Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18 Joseph. AJ 19 (English) >>Joseph. AJ 20

19.1

Γάιος note δὲ οὐκ εἰς μόνους Ἰουδαίους τοὺς ἐν Ἱεροσολύμοις καὶ τοὺς ὁπόσοι τῇδε οἰκοῦσιν ἐπεδείκνυτο τῆς ὕβρεως τὴν μανίαν, ἀλλὰ διὰ πάσης ἐσομένην γῆς καὶ θαλάσσης ἔστελλεν αὐτήν, ὁπόση Ῥωμαίοις ὑπακούει, μυρίων τε ἀνέπλησεν αὐτὴν κακῶν ὁπόσα μὴ ἱστόρητο πρότερον. 19.2μάλιστα δὲ ᾐσθάνετο τοῦ δεινοῦ τῶν πρασσομένων Ῥώμη κατʼ οὐδὲν αὐτὴν τιμιωτέραν τῶν λοιπῶν πόλεων ἡγουμένου, ἀλλὰ τούς τε ἄλλους ἄγοντος καὶ φέροντος καὶ μάλιστα τὴν σύγκλητον καὶ ὁπόσοι τούτων εὐπατρίδαι καὶ προγόνων ἐπιφανείαις τιμώμενοι. 19.3μυρία τε εὑρίσκετο καὶ κατὰ τῶν ἱππέων μὲν καλουμένων, ἀξιώματι δὲ καὶ δυνάμει χρημάτων ὅμοια τοῖς συγκλητικοῖς ὑπὸ τῆς πόλεως ἀγομένων διὰ τὸ ἐκ τούτων εἰς τὴν βουλὴν εἶναι κατακλήσεις· ὧν ἀτίμωσις ἦν καὶ μετανάστασις κτεινομένων τε καὶ τὰ χρήματα συλωμένων διὰ τὸ καὶ τὰς σφαγὰς ὡς τὸ πολὺ ἐπʼ ἀφαιρέσει τῶν χρημάτων αὐτοῖς συντυγχάνειν. 19.4ἐξεθείαζέν τε ἑαυτὸν καὶ τὰς τιμὰς οὐκέτʼ ἀνθρωπίνως ἠξίου γίνεσθαι παρὰ τῶν ὑπηκόων αὐτῷ· εἴς τε τοῦ Διὸς φοιτῶν τὸ ἱερόν, Καπετώλιον μὲν καλοῦσιν τιμιώτατον δʼ ἄρα αὐτοῖς ἐστιν ἱερῶν, ἀδελφὸν ἐτόλμησε προσαγορεύειν τὸν Δία· 19.5καὶ τἆλλα ἔπρασσεν μανίας οὐδὲν ἀπολελειμμένα, ἐπεὶ καὶ ἀπὸ Δικαιαρχείας τῆς πόλεως ἐν Καμπανίᾳ κειμένης εἰς Μισηνοὺς ἑτέραν πόλιν ἐπιθαλάσσιον, καὶ τὴν διάβασιν δεινὸν ἡγούμενος τριήρει περατοῦν, 19.6καὶ ἄλλως ἐπιβάλλειν ἡγούμενος αὐτῷ δεσπότῃ ὄντι τῆς θαλάσσης ταῦτα καὶ ὁποῖα καὶ παρὰ γῆς ἀπαιτεῖν, ἀπʼ ἄκρων ἐπʼ ἄκρα σταδίους τριάκοντα μέτρον τῆς θαλάσσης ζεύξας καὶ εἴσω τὸν κόλπον ἀπολαβὼν πάντα ἤλαυνεν ἐπὶ τῇ γεφύρᾳ τὸ ἅρμα· θεῷ γὰρ ὄντι τοιαύτας ποιεῖσθαι καλῶς ἔχειν τὰς ὁδούς. 19.7τῶν τε ἱερῶν τῶν Ἑλληνικῶν οὐδὲν ἔτι ἀσύλητον κατέλιπεν, ὁπόσα γραφῆς γλυφῆς ἐχόμενα καὶ τὰς λοιπὰς κατασκευὰς ἀνδριάντων καὶ ἀναθημάτων ἄγεσθαι κελεύσας παρʼ αὐτόν· οὐ γὰρ ἐν ἑτέρῳ τὰ καλὰ κεῖσθαι καλῶς ἔχειν ἐν τῷ καλλίστῳ, τυγχάνειν δὲ τοῦτο οὖσαν τὴν Ῥωμαίων πόλιν. 19.8ἐκόσμει τε τοῖς ἐνθένδε ἀγομένοις τήν τε οἰκίαν καὶ τοὺς κήπους ὁπόσαι τε αὐτῷ καταγωγαὶ διὰ γῆς τῆς τῶν Ἰταλῶν. ἐπεὶ καὶ τὸν Ὀλύμπιον τιμώμενον Δία ὑπὸ τῶν Ἑλλήνων καὶ οὕτως ὠνομασμένον Ὀλύμπιον Φειδίου τοῦ Ἀθηναίου πεποιηκότος ἐτόλμησε κελεῦσαι εἰς τὴν Ῥώμην μεταφέρειν. 19.9οὐ μὴν ἔπραξέν γε τῶν ἀρχιτεκτόνων φαμένων πρὸς Μέμμιον Ῥῆγλον, ὃς ἐπετέτακτο τῇ κινήσει τοῦ Διός, ἀπολεῖσθαι τοὖργον κινήσεως αὐτοῦ γενομένης. λέγεται δὲ Μέμμιον διὰ ταῦτα καὶ σημείων μειζόνων γενομένων, ὡς ἄν τινα μὴ πιστὰ ἡγεῖσθαι, ὑπερβαλέσθαι τὴν ἀναίρεσιν. 19.10καὶ γράφει τάδε πρὸς τὸν Γάιον ἐπʼ ἀπολογίᾳ τοῦ ἐκλιπεῖν ἀδιακόνητον τὴν ἐπιστολήν, ἀπολέσθαι τε ἐκ τούτων αὐτῷ κινδύνου γενομένου σώζεται φθάνοντος ἤδη Γαΐου τελευτῆσαι. 19.11

Εἰς τοῦτο δὲ προύβη τὸ μανικὸν αὐτῷ, ὥστε δὴ καὶ θυγατρὸς αὐτῷ γενομένης ἀνακομίσας ἐπὶ τὸ Καπετώλιον ἐπὶ τοῖς γόνασι κατατίθεται τοῦ ἀγάλματος, κοινὸν αὐτῷ τε καὶ τῷ Διὶ γεγονέναι τὸ τέκνον καὶ δύο χειροτονεῖν αὐτῆς πατέρας, ὁπότερον μείζονα φάμενος ἐν μέσῳ τε καταλιμπάνειν. 19.12καὶ τάδε ἠνείχοντο πράσσοντα αὐτὸν οἱ ἄνθρωποι. ἐπεχείρησε δὲ καὶ τοῖς οἰκέταις κατηγορίας ποιεῖσθαι τῶν δεσποτῶν ἐφʼ οἷστισιν ἐθελήσειαν ἐγκλήμασιν· δεινὰ γὰρ πάντα ἦν, ὁπόσα μέλλοι λέγεσθαι, διὰ τὸ χάριτί τε καὶ ὑπαγορεύσει τῇ ἐκείνου τὰ πολλὰ γίνεσθαι, 19.13ὥστε ἤδη καὶ Κλαυδίου ἐτόλμα ποιήσασθαι Πολυδεύκης δοῦλος κατηγορίαν, καὶ Γάιος ἠνείχετο κατὰ πατρῴου τοῦ αὐτοῦ δίκης θανάτου λεγομένης ἐπʼ ἀκροάσει συνελθεῖν ἐλπίδι τοῦ παραλαβεῖν δύναμιν ἀνελεῖν αὐτόν. 19.14οὐ μὴν ἐξεγένετό γε αὐτῷ. ἀναπεπληρωκότι δὲ αὐτῷ συκοφαντιῶν καὶ κακῶν πᾶσαν τὴν οἰκουμένην, ἧς ἐπῆρχεν, καὶ πολλὴν τὴν δουλοκρατίαν ἐπηρμένου τοῖς δεσπόταις ἐπιβουλαὶ τὰ πολλὰ ἤδη συνίσταντο, τῶν μὲν ἐπʼ ἀμύνῃ ὧν πάθοιεν ὀργὴν ποιουμένων, τῶν δὲ πρὶν ἐμπεσόντες κακῶν τυχεῖν μεγάλων τιθεμένων τὸ μεταχειρίσασθαι τὸν ἄνθρωπον. 19.15ὅθεν, ἐπειδὴ τοῖς τε ἁπάντων νόμοις καὶ τῷ ἀσφαλεῖ μεγάλην συνήνεγκεν εὐδαιμονίας ῥοπὴν θάνατος αὐτοῦ ἔθνει τε τῷ ἡμετέρῳ οὐδὲ εἰς ὀλίγον ἐξεγεγόνει μὴ οὐκ ἀπολωλέναι μὴ ταχείας αὐτῷ τελευτῆς παραγενομένης, βούλομαι δὲ διʼ ἀκριβείας τὸν πάντα περὶ αὐτοῦ λόγον διελθεῖν, 19.16ἄλλως τε ἐπειδὴ καὶ πολλὴν ἔχει πίστιν τοῦ θεοῦ τῆς δυνάμεως καὶ παραμυθίαν τοῖς ἐν τύχαις κειμένοις καὶ σωφρονισμὸν τοῖς οἰομένοις ἀίδιον τὴν εὐτυχίαν, ἀλλὰ μὴ ἐπιμεταφέρειν κακῶς ἀρετῆς αὐτῇ μὴ παραγενομένης. 19.17

Ὁδοὺς μὲν δὴ τρεῖς θάνατος αὐτοῦ παρεσκευάζετο καὶ τούτων ἑκάστης ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν εἶχον. Αἰμίλιός τε γὰρ Ῥῆγλος ἐκ Κορδύβης τῆς ἐν Ἰβηρίᾳ γένος συνεῖχέν τινας διʼ ἐκείνων διʼ αὐτοῦ πρόθυμος ὢν ἄρασθαι Γάιον. 19.18ἑτέρα δὲ αὐτοῖς συνεκροτεῖτο, ἧς Χαιρέας Κάσσιος χιλίαρχος ἡγεμὼν ἦν. Μινουκιανὸς δὲ Ἄννιος οὐκ ὀλίγη μοῖρα τῶν ἐπὶ τὴν τυραννίδα παρεσκευασμένων ἦν. 19.19αἰτία δʼ αὐτοῖς μίσους τοῦ πρὸς Γάιον συνελθεῖν, Ῥήγλῳ μὲν τὸ ἐπὶ πᾶσιν ὀργίλον καὶ μίσει χρώμενον πρὸς τὰ μετʼ ἀδικίας ἐξαγόμενα· καὶ γὰρ ἔχει τι θυμοειδὲς ἐν τῇ διανοίᾳ καὶ ἐλευθέριον, ὑφʼ οὗ μηδὲ στέγειν προστίθεσθαι τῶν βουλευμάτων· πολλοῖς γοῦν ἀνεκοινώσατο καὶ φίλοις καὶ ἄλλοις δοκοῦσιν αὐτῷ δραστηρίοις. 19.20Μινουκιανὸς δὲ τὰ μὲν Λεπίδου τε ἐκδικία, φίλον γὰρ αὐτῷ τὰ μάλιστα ὄντα τοῦτον καὶ τῶν πολιτῶν σὺν ὀλίγοις ἀναιρεῖ Γάιος, καὶ ἄλλως φοβηθεὶς τὰ περὶ αὐτὸν διὰ τὸ πᾶσιν ὁμοίως τὸν Γάιον ἐπὶ θάνατον ἀνακειμένην ἐπαφιέναι τὴν ὀργὴν ἐπὶ τὴν ἐγχείρησιν ἐλθεῖν. 19.21Χαιρέαν δὲ αἰσχύνην φέροντα ὀνείδη τε εἰς τὴν ἀνανδρίαν ὑπὸ τοῦ Γαΐου προφερομένου, καὶ ἄλλως τὸ ἐφʼ ἡμέρᾳ κινδυνεύειν φιλίᾳ καὶ θεραπείᾳ τὴν Γαΐου τελευτὴν οὐ πάντʼ ἐλεύθερον ὑπολαμβάνων. 19.22οἱ δὲ καὶ πᾶσι κοινῇ προτεθῆναι τὴν ἐπὶ τῷ πράγματι σκέψιν τήν τε ὕβριν θεωμένοις καὶ ἐπιθυμοῦσιν ἀκμὴν ἐπʼ ἀλλήλων ἀκμάζουσαν διαφυγεῖν ἀραμένοις τὸν Γάιον· ἴσως μὲν γὰρ ἂν κατορθῶσαι, καλῶς δὲ κατορθοῦσι τηλικούτων ἀγαθῶν σχεῖν ἐπὶ σωτηρίᾳ τῆς τε πόλεως καὶ τῆς ἡγεμονίας πονοῦσι καὶ μετὰ ὀλέθρου ἅπτεσθαι τοῦ πράγματος. 19.23παρὰ πάντα δὲ Χαιρέαν ἐπείγεσθαι ὀνόματός τε ἐπιθυμίᾳ μείζονος καὶ ἄλλως ὑπὸ τοῦ ἀδεέστερον προσιέναι τῷ Γαΐῳ διὰ τὴν χιλιαρχίαν ῥᾳστώνης αὐτῷ κτείνειν ἐσομένης. 19.24

Ἐν τούτῳ δʼ ἱπποδρομίαι ἦσαν· καὶ σπουδάζεται γὰρ Ῥωμαίοις ἥδε θεωρία δεινῶς, συνίασίν τε προθύμως εἰς τὸν ἱππόδρομον καὶ ἐφʼ οἷς χρῄζοιεν δέονται τῶν αὐτοκρατόρων κατὰ πλῆθος συνελθόντες, οἱ δὲ ἀναντιλέκτους τὰς δεήσεις κρίνοντες οὐδαμῶς ἀχαριστοῦσιν. 19.25ἐκέλευον δὴ καὶ τὸν Γάιον ἐκθύμῳ τῇ ἱκετείᾳ χρώμενοι τῶν τε τελῶν ἐπανιέναι καὶ τῶν φόρων ἐπικουφίζειν τι τοῦ ἐπαχθοῦς. δʼ οὐκ ἠνείχετο, καὶ πλέον τι τῇ βοῇ χρωμένων ἄλλους ἄλλῃ διαπέμψας κελεύει τοὺς βοῶντας λαβεῖν τε καὶ μηδὲν εἰς ἀναβολὰς ἀνελεῖν προαγαγόντας. 19.26καὶ μὲν ἐκέλευε ταῦτα καὶ οἷς προσετέτακτο ἔπρασσον, πλεῖστοί τε ἦσαν οἱ ἐπὶ τοιούτοις ἀποθανόντες. καὶ δῆμος ἑώρα μέν, ἠνείχετο δὲ παυσάμενος τῆς βοῆς, ἐν ὀλίγῳ ἕνεκα τῶν χρημάτων ὀφθαλμοῖς ὁρῶντες τὴν ἐπὶ τοιούτοις παραίτησιν εἰς θάνατον αὐτοῖς φέρουσαν. 19.27ταῦτα Χαιρέαν ἐνήγαγεν μειζόνως ἅπτεσθαί τε τῆς ἐπιβουλῆς καὶ παύειν κατὰ τῶν ἀνθρώπων ἐξηγριωκότα τὸν Γάιον, καὶ πολλάκις μὲν καὶ παρὰ τὰς ἑστιάσεις ἐμέλλησεν ἐπιχειρεῖν, οὐ μὴν ἀλλʼ ἐπείχετο λογισμῷ, τὸ μὲν κτείνειν οὐκέτʼ ἐνδοιαστὸν κεκρικώς, τὸν δὲ καιρὸν περισκοπῶν, ὅπως μὴ εἰς κενόν, ἀλλʼ ἐπὶ καταπράξει τῶν βεβουλευμένων ταῖς χερσὶ χρῷτο. 19.28

Ἐστρατεύετο δὲ πολὺν ἤδη χρόνον οὐχ ἡδονῇ φέρων Γαΐου τὴν ἀναστροφήν. ἐπεὶ δὲ αὐτὸν ἵσταται Γάιος εἰσπραξόμενον τούς τε φόρους καὶ ὅσα ἄλλα καταβαλλόμενα εἰς τὸν Καίσαρος θησαυρὸν ἐφυστερήκει τοῖς καιροῖς διὰ τὸ ἐπιδιπλασιάζεσθαι τὴν δύναμιν αὐτῶν, χρόνον ἐκεῖ ποιεῖται τῇ εἰσπράξει τρόπῳ τῷ αὐτοῦ χρώμενος μᾶλλον τῇ Γαΐου προστάξει, 19.29διὰ τὸ φειδοῖ χρῆσθαι τὰς τύχας οἴκτῳ λαμβάνων τῶν ὑπὸ τὴν εἴσπραξιν εἰς ὀργὴν προυκαλεῖτο τὸν Γάιον μαλακίαν ἐπικαλοῦντα αὐτῷ τοῦ σχολῇ συνάγεσθαι αὐτῷ τὰ χρήματα. καὶ δὴ τά τε ἄλλα ὕβριζεν εἰς αὐτὸν καὶ ὁπότε τὸ σημεῖον αὐτῷ τὸ τῆς ἡμέρας καθηκούσης εἰς αὐτόν, θήλεά τε ἐδίδου τὰ ὀνόματα, 19.30καὶ ταῦτα αἰσχύνης ἀνάπλεα καὶ ταῦτα ἔπρασσεν αὐτὸς οὐκ ἀπηλλαγμένος ἔν τινων τελεταῖς μυστηρίων, ἃς αὐτὸς συνίστατο, στολάς τε ἐνδυόμενος γυναικείους καί τινων περιθέσεις πλοκαμίδων ἐπινοῶν ἄλλα τε ὁπόσα ἐπικαταψεύσασθαι θηλύτητα τῆς ὄψεως ἔμελλεν, αὐτὸς τὴν ἐπὶ τοιούτοις αἰσχύνην ἐτόλμα Χαιρέᾳ προσκαλεῖν. 19.31Χαιρέᾳ δὲ καὶ ὁπότε μὲν παραλαμβάνοι τὸ σημεῖον ὀργὴ παρίστατο, μειζόνως δʼ ὁπότε παραδιδοίη, γελώμενος ὑπὸ τῶν παραλαμβανόντων, ὥστε καὶ οἱ συγχιλίαρχοι παιδιὰν ἐποιοῦντο αὐτόν· ὁπότε γὰρ αὐτὸς μέλλοι τὸ σημεῖον παρʼ αὐτοῦ Καίσαρος κομίζειν, προύλεγόν τινα τῶν εἰωθότων φέρειν εἰς παιδιάν. 19.32διὰ ταῦτα δὲ αὐτῷ καὶ θάρσος παρίστατο κοινωνούς τινας παραλαμβάνειν, ὡς οὐκ ἐπʼ ὀλίγοις ὀργῇ χρώμενος. καὶ ἦν γὰρ Πομπήδιος συγκλητικὸς μέν, τὰς ἀρχὰς δὲ διεληλυθὼς σχεδὸν ἁπάσας, Ἐπικούρειος δʼ ἄλλως καὶ διʼ αὐτὸ ἀπράγμονος ἐπιτηδευτὴς βίου. 19.33τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαΐου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ. 19.34καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας. 19.35Κυιντιλία δʼ ἐπὶ τὴν βάσανον ἀγομένη τῶν συνιστόρων τινὸς ἐπιβαίνει τῷ ποδὶ ἀποσημαίνουσα θαρσεῖν καὶ μὴ τὰς βασάνους αὐτῆς δεδιέναι· διοίσειν γὰρ μετʼ ἀνδραγαθίας. βασανίζει δʼ αὐτὴν ὠμῶς Χαιρέας, ἄκων μέν, κατʼ ἀνάγκας δὲ τὰς ὑπὲρ αὐτοῦ, καὶ μηδὲν ἐνδοῦσαν ἦγεν εἰς τὴν ὄψιν τὴν Γαΐου διακειμένην οὐκ ἐν ἡδονῇ τοῖς θεωροῦσι. 19.36καὶ Γάιος παθών τι πρὸς τὴν ὄψιν τῆς Κυιντιλίας δεινῶς ὑπὸ τῶν ἀλγηδόνων διακειμένης τοῦ τε ἐγκλήματος ἠφίει καὶ αὐτὴν καὶ τὸν Πομπήδιον, ἐκείνην δὲ καὶ χρημάτων δόσει τιμᾷ παραμυθίας ἐσομένων λώβης τε ἣν ἐλελώβητο εἰς τὴν εὐπρέπειαν τοῦ ἀφορήτου τῶν ἀλγηδόνων. 19.37

Ταῦτα δεινῶς ἠνίασεν τὸν Χαιρέαν ὡς αἴτιον ἀνθρώποις καὶ ὑπὸ Γαΐου παρηγορίας ἀξίοις ἐν αἰτίᾳ κακῶν τὸ ὅσον ἐπʼ αὐτοῖς γεγενημένοις, φησίν τε πρὸς Κλήμεντά τε καὶ Παπίνιον, ὧν Κλήμης μὲν ἦν ἐπὶ τῶν στρατοπέδων, Παπίνιος δὲ καὶ αὐτὸς ἦν χιλιαρχῶν, 19.38ἀλλʼ ἐπὶ φυλακῇ γε, Κλήμης, τὰ πάντα τοῦ αὐτοκράτορος ἡμῖν πράσσειν οὐκ ἐλλέλειπται· τῶν γὰρ συνομωμοκότων αὐτοῦ κατὰ τῆς ἡγεμονίας προνοίᾳ καὶ πόνοις τοὺς μὲν ἀπεκτείναμεν, τοὺς δὲ ἐστρεβλώσαμεν ἐπὶ τοσοῦτον, ὡς ἐλεεινοὺς κἀκείνῳ γενέσθαι, μετὰ πόσης τε ἀρετῆς ἡμῖν ἐξάγεται τῶν στρατιῶν;” 19.39σιγήσαντος δὲ τοῦ Κλήμεντος καὶ τὸ μὲν αἰσχύνῃ φέρειν τὰ προστασσόμενα καὶ τῷ βλέμματι καὶ τῷ ἐρυθήματι παριστάντος, λόγῳ δὲ αὐτοῖς τὴν μανίαν τοῦ αὐτοκράτορος προσκαλεῖν ἄδικον ἡγουμένου προνοίᾳ τοῦ ἀσφαλοῦς, 19.40Χαιρέας ἤδη θάρσει χρώμενος ἐν λόγοις ἦν κινδύνων ἀνειμένοις πρὸς αὐτὸν τὰ κατέχοντα δεινὰ τὴν πόλιν καὶ τὴν ἀρχὴν ἐπεξιών, καὶ ὅτι λόγῳ μὲν εἴη Γάιος τὴν ἐπὶ τοιούτοις αἰτίαν προτιθέμενος, 19.41τοῖς δὲ τἀληθὲς ἐξετάζειν πειρωμένοις ἐγώ τε, Κλήμης, καὶ οὑτοσὶ Παπίνιος καὶ πρὸ ἡμῶν σύ, ταύτας Ῥωμαίοις τε καὶ τῷ παντὶ ἀνθρωπείῳ τὰς στρέβλας προσφερόμενοι, οὐκ ἐπιτάγμασιν τοῖς Γαΐου διακονούμενοι, γνώμῃ δὲ τῇ αὐτῶν, 19.42εἰ παρὸν παῦσαι τοσαύτῃ ἤδη χρώμενον ὕβρει εἴς τε τοὺς πολίτας καὶ τοὺς ὑπηκόους διακονούμεθα, δορυφόροι καὶ δήμιοι καθεστηκότες ἀντὶ στρατιωτῶν καὶ τὰ ὅπλα ταυτὶ φέροντες οὐχ ὑπὲρ ἐλευθερίας οὐδʼ ἀρχῆς τῶν Ῥωμαίων, ἀλλʼ ἐπὶ σωτηρίᾳ τοῦ δουλουμένου τά τε σώματα αὐτῶν καὶ τὰ φρονήματα, μιαινόμενοι τῷ καθʼ ἡμέραν αἵματι σφαγῆς καὶ βασάνου τῆς ἐκείνων, μέχρι δή τις καὶ καθʼ ἡμῶν διακονήσεται τοιαῦτα Γαΐῳ. 19.43οὐ γὰρ εὐνοίᾳ γε πολιτεύσει διὰ τάδε πρὸς ἡμᾶς, διʼ ὑφοράσεως δὲ μᾶλλον καὶ ἄλλως τοῦ πολλοῦ τῶν ἀπολλυμένων ἀποδεδωκότος· οὐ γὰρ δὴ στήσεταί ποτε Γαΐῳ τὰ τῆς ὀργῆς διὰ τὸ μὴ δίκην ἀλλʼ ἡδονὴν πέρας αὐτῆς τυγχάνειν· σκοποὶ δὲ προσκεισόμεθα καὐτοί, δέον καὶ τοῖς πᾶσιν τὸ ἀνεπιβούλευτόν τε καὶ ἐλεύθερον βεβαιοῦν καὶ ἡμῖν κινδύνων ἀπαλλαγὰς ψηφίσασθαι. 19.44

Κλήμης δὲ τὴν μὲν διάνοιαν τὴν Χαιρέου φανερὸς ἦν ἐπαινῶν, σιγᾶν δʼ ἐκέλευε, μὴ καὶ φοιτῶντος εἰς πλείονας τοῦ λόγου καὶ διαχεομένων ὁπόσα κρύπτεσθαι καλῶς ἔχοι πρὶν τυχεῖν πράξαντας ἐκπύστου τοῦ ἐπιβουλεύματος γενομένου κολασθεῖεν, χρόνῳ δὲ τῷ αὖθις καὶ τῇ ἀπʼ αὐτοῦ ἐλπίδι παραδιδόναι τὰ πάντα ὡς παραγενησομένης τινὸς αὐτοῖς ἐπικουρίας τυχαίου· 19.45αὐτὸν μὲν γὰρ ὑπὸ γήρως ἀφῃρῆσθαι τὴν ἐπὶ τοιοῖσδε τόλμαν, τῶν μέντοι γε ὑπὸ σοῦ, Χαιρέα, συντεθέντων τε καὶ ῥηθέντων ἀσφαλέστερα μὲν ἴσως ἂν ὑποθοίμην, 19.46εὐπρεπέστερα δὲ πῶς ἄν τις καὶ δύναιτο;” καὶ Κλήμης μὲν ὡς αὑτὸν ἀναλύει διὰ λογισμῶν τῶν τε ἀκροαθέντων καὶ ὁπόσων αὐτὸς εἰρήκει περιφερόμενος. Χαιρέας δὲ δείσας ὡς Κορνήλιον Σαβῖνον ἠπείγετο καὶ αὐτὸν μὲν χιλίαρχον ὄντα, ἀξιόλογον δʼ ἄλλως ἐξεπιστάμενος αὐτὸν καὶ τοῦ ἐλευθέρου ἐραστὴν καὶ διʼ αὐτὸ τῇ καταστάσει τῶν πραγμάτων πολεμίως διακείμενον, 19.47χρῄζων ἐκ τοῦ ὀξέος ἔχεσθαι τῶν ἐγνωσμένων τῆς ἐγχειρήσεως ὑπʼ αὐτοῦ καλὰ νομίσας εἶναι προσθέσθαι καὶ δέει, μὴ ὑπὸ Κλήμεντος ἐκφοίτησις γένοιτο αὐτῶν, ἄλλως τε τὰς μελλήσεις καὶ τῶν καιρῶν τὰς ὑπερβολὰς πρὸς τῶν ὑπερβαλλομένων τιθέμενος. 19.48

Ἐπεὶ δὲ ἀσμένῳ καὶ τῷ Σαβίνῳ τὰ πάντα ἦν, ἅτε καὶ αὐτῷ γνώμης μὲν οὐχ ὑστεροῦντι τῆς ἴσης, ἀπορίᾳ δὲ πρὸς ὅντινα εἰπὼν ἀσφαλὴς εἴη τὰ πρὸς ἐκείνους σιγῇ παραδιδόντος, ἐπεί τε ἀνδρὸς ηὐπόρητο οὐ μόνον στέγειν ὧν πύθοιτο προσθησομένου, ἀλλὰ καὶ γνώμην φανεροῦντος τὴν αὐτοῦ, πολλῷ μᾶλλον ἦρτο, καὶ μηδὲν εἰς ἀναβολὰς ἐδεῖτο τοῦ Χαιρέου. 19.49τρέπονταί τε ὡς Μινουκιανόν, αὐτοῖς μὲν ἐπιτηδεύσει ἀρετῆς καὶ τῷ ὁμοζήλῳ τοῦ μεγαλόφρονος συγγενῆ, Γαΐῳ δʼ ὕποπτον τῆς Λεπίδου τελευτῆς, πάνυ γὰρ δὴ φίλοι ἐγένοντο Μινουκιανός τε καὶ Λέπιδος, καὶ δείματι κινδύνων τῶν καθʼ αὑτόν. 19.50πᾶσι γὰρ τοῖς ἐν τέλει φοβερὸς ἦν Γάιος, ὡς ἐπʼ αὐτὸν ἕκαστον καὶ πρὸς οὕστινας τῇ μανίᾳ χρῆσθαι μὴ ἀφησόμενος, 19.51φανεροί τε ἀλλήλοις ἦσαν τῆς ἐπὶ πράγμασιν ἀχθηδόνος, διασαφεῖν μὲν ἀλλήλοις ἄντικρυς τὴν διάνοιαν καὶ μῖσος τὸ πρὸς Γάιον φόβῳ τε κινδύνων ἀφέμενοι ἄλλως τε αἰσθανόμενοι τοῦ ἀλλήλων μίσους πρὸς τὸν Γάιον καὶ διʼ αὐτὸ εὐνοίᾳ χρῆσθαι τὰ πρὸς ἀλλήλους μὴ ἀπηλλαγμένοι. 19.52

Γενομένων δʼ αὐτοῖς ἀξιώσεων ἐπείπερ συνέβαλον, εἰωθότες καὶ πρότερον ὁπότε συνέλθοιεν τίμιον ἡγεῖσθαι τὸν Μινουκιανὸν ὑπεροχῇ τε ἀξιώματος, γενναιότατος γὰρ ἦν τῶν πολιτῶν, καὶ τῷ ἐπὶ πᾶσιν ἐπαινουμένῳ, 19.53μᾶλλον ὡς ἅπτοιτό τινος λόγου φθάσαι κἀκεῖνος εἴ ποτε Χαιρέαν, τι καὶ παραλάβοι σημεῖον τῆς ἡμέρας ἐκείνης· ἀοίδιμος γὰρ διὰ τῆς πόλεως ἦν εἰς τὸν Χαιρέαν διὰ τῶν σημείων τῆς δόσεως πρασσομένη ὕβρις. 19.54 δὲ χάρματι τοῦ λόγου μηδὲν μελλήσας ἠμείβετο τοῦ Μινουκιανοῦ τὸ ἐπὶ τοιοῖσδε πιστεῦσαν ὁμιλίᾳ χρήσασθαι πρὸς αὐτόν, καίσύ μοι δίδως, εἶπεν, σημεῖον ἐλευθερίας, χάρις δέ σοι τοῦ ἀνεγείραντός με μειζόνως ἤπερ εἴωθα ἐμαυτὸν ὁρμᾶν, 19.55οὐδέν μοι χρεία πλειόνων ἔτι λόγων, οἵ με θαρσοῖεν, εἰ δὴ καὶ σοὶ ταῦτα δοκεῖ, γνώμης τε τῆς αὐτῆς κοινωνοὶ καὶ πρότερον συνελθεῖν γεγόναμεν. καὶ ἓν μὲν ὑπέζωμαι ξίφος, ἀμφοῖν δʼ ἂν ἀρκέσειεν. 19.56ὥστε ἴθι καὶ ἔργων ἐχώμεθα, ἡγεμών τʼ ἴσθι, βούλοιο αὐτὸς κελεύων με χωρεῖν, καὶ προσοίσομαι, ἐπικουρίᾳ τῇ σῇ συμπράσσοντος τε πίσυνος. οὐδὲ ἀπορία σιδήρου τοῖς τὴν ψυχὴν εἰς τὰ ἔργα προσφερομένοις, διʼ ἣν καὶ σίδηρος δραστήριος εἴωθεν εἶναι. 19.57ὥρμηκά τε εἰς τὴν πρᾶξιν οὐχ ὧν ἂν αὐτὸς πάθοιμι ἐλπίδι περιφερόμενος· οὐ γὰρ σχολὴ κινδύνους μοι κατανοεῖν τοὺς ἐμαυτοῦ δουλώσει τε πατρίδος ἐλευθερωτάτης ἐπαλγοῦντι τῶν νόμων τῆς ἀρετῆς ἀφῃρημένης τούς τε πάντας ἀνθρώπους ὀλέθρου διὰ Γάιον κατειληφότος. 19.58ἄξιος δʼ ἂν εἴην παρὰ σοὶ δικαστῇ πίστεως ἐπὶ τοιούτοις τυγχάνειν ὑπὸ τοῦ ὅμοια φρονεῖν αὐτοῖς καὶ σὲ μὴ ἀπηλλάχθαι.” 19.59

Μινουκιανὸς δὲ τὴν ὁρμὴν τῶν λόγων θεασάμενος ἠσπάζετό τε ἀσμένως καὶ προσπαρίστατο τὴν τόλμαν αὐτοῦ ἐπαινέσας τε καὶ ἀσπασάμενος μετʼ εὐχῶν καὶ ἱκετείας ἀπελύοντο. 19.60καὶ ἰσχυρίζοντό τινες ὡς βεβαιοῦν τὰ εἰρημένα εἰσιόντος γὰρ εἰς τὸ βουλευτήριον Χαιρέου φωνὴν ἐκ τοῦ πλήθους γενέσθαι τινὸς ἐπʼ ἐξορμήσει κελεύοντος περαίνειν μὲν δὴ τὸ πρακτέον καὶ προσλαμβάνειν τὸ δαιμόνιον. 19.61καὶ τὸν Χαιρέαν τὸ μὲν πρῶτον ὑπιδέσθαι, μὴ καί τινος τῶν συνωμοτῶν προδότου γεγονότος ἁλίσκοιτο, καὶ τέλος συνέντα ἐπὶ προτροπῇ φέρειν πρῶτον εἴτε παραινέσει τῶν συνεγνωκότων ἀντισημαίνοντός τινος, εἴτε δὴ καὶ τοῦ θεοῦ, ὃς ἐφορᾷ τὰ ἀνθρώπινα, αἴροντος αὐτόν. 19.62διεληλύθει δὲ διὰ πολλῶν τὸ ἐπιβούλευμα καὶ πάντες ἐν ὅπλοις παρῆσαν, οἱ μὲν τῶν βουλευτῶν ὄντες οἱ δὲ ἱππεῖς καὶ ὁπόσοι τοῦ στρατιωτικοῦ συνῄδεσαν· οὐδεὶς γὰρ ἦν, ὃς μὴ ἐν εὐδαιμονίᾳ ἂν ἠρίθμει τὴν Γαΐου μετάστασιν· 19.63καὶ διʼ αὐτὸ πάντες ἠπείγοντο ὁποίῳ δύναιτό τις τρόπῳ μηδὲ ἑκὼν εἶναι τῆς ἐπὶ τοιούτοις ἀρετῆς ὑστερεῖν, ἀλλʼ ὡς ἔχοι προθυμίας δυνάμεως καὶ λόγοις καὶ διʼ ἔργων ἦρτο ἐπὶ τῇ τυραννοκτονίᾳ, 19.64ἐπεὶ καὶ Κάλλιστος, ἀπελεύθερος δʼ ἦν Γαΐου πλεῖστά τε ἀνὴρ εἷς οὗτος ἐπὶ μέγιστον δυνάμεως ἀφίκετο καὶ οὐδὲν ἄλλο ἰσοτύραννον εἶχε τὴν δύναμιν φόβῳ τε τῶν πάντων καὶ μεγέθει χρημάτων, ἅπερ ἐγένετο αὐτῷ· 19.65δωροδοκώτατος γὰρ ἦν καὶ ὑβριστότατος παρʼ ὁντινοῦν γίνεται, ἐξουσίᾳ χρησάμενος παρὰ τὸ εἰκός· καὶ ἄλλως τε τοῦ Γαΐου τὴν φύσιν ἐξεπιστάμενος ἀνήκεστον οὖσαν καὶ ἐφʼ οἷστισι κρίνειεν οὐδαμῶς ἀντισπάσματι χρωμένην, αὐτῷ τε πολλὰς μὲν καὶ ἄλλας αἰτίας τοῦ κινδυνεύειν, οὐχ ἥκιστα δὲ τὸ μέγεθος τῶν χρημάτων· 19.66ὥστε δὴ καὶ Κλαύδιον ἐθεράπευε κρυπτῶς μετακαθίζων πρὸς αὐτὸν ἐλπίδι τοῦ κἂν εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν Γαΐου μεταστάντος, αὐτῷ τὴν ὑπόθεσιν τῆς τιμῆς τὴν ἐφʼ ὁμοίοις ἰσχὺν προκαταθέμενος χάριν καὶ φιλανθρωπίας λόγον. 19.67ἐτόλμησεν γοῦν εἰπεῖν, ὡς κελευσθεὶς διαχρήσασθαι φαρμάκῳ τὸν Κλαύδιον μυρίας εὕροιτο τοῦ χρήματος τὰς ὑπερβολάς. 19.68δοκεῖν δὲ προσεποιεῖτο Κάλλιστος ἐπὶ θήρᾳ τῇ Κλαυδίου τὸν λόγον τοῦτον, ἔπειτα οὔτε Γάιος ὡρμηκὼς μεταχειρίσασθαι Κλαύδιον ἠνείχετο τῶν Καλλίστου προφάσεων οὔτε Κάλλιστος κελευσθείς που τὴν πρᾶξιν εὐκτὸν ὑπελάμβανεν κακουργῶν εἰς τοῦ δεσπότου τὰς ἐπιστολὰς οὐκ ἂν ἐκ τοῦ παραχρῆμα τὸν μισθὸν ἐκομίζετο. 19.69ἀλλὰ δὴ Κλαυδίῳ μὲν ἔκ τινος θείας δυνάμεως χρήσασθαι μανιῶν τῶν Γαΐου, Κάλλιστος προσποιήσασθαι χάριτος κατάθεσιν μηδαμῶς ὑπʼ αὐτοῦ γενομένης. 19.70

Τοῖς ἀμφὶ τὸν Χαιρέαν ὑπερβολαὶ τὸ καθʼ ἡμέραν ἦσαν ὀκνούντων πολλῶν οὐ γὰρ Χαιρέας ἔσται ἑκὼν εἶναι τοῦ πράσσειν ἀναβολὴν ἐποιεῖτο, πάντα καιρὸν ἐπιτήδειον τῇ πράξει νομίζων. 19.71καὶ γὰρ εἰς τὸ Καπετώλιον ἀνιόντα καὶ τὰς θυσίας ὑπὲρ τῆς θυγατρὸς ἐπιτελουμένας ὑπὸ τοῦ Γαΐου παρῆν πολλάκις καιρός, καὶ ὑπὲρ τῆς βασιλικῆς ἱστάμενον καὶ τῷ δήμῳ χρυσίου καὶ ἀργυρίου χρήματα διαρριπτοῦντα ὦσαι κατὰ κεφαλῆς, ὑψηλὸν δʼ ἐστὶ τὸ τέγος εἰς τὴν ἀγορὰν φέρον, ἐπί τε τῶν μυστηρίων ταῖς ποιήσεσιν συνίστατο· 19.72πάντων γὰρ αὐτὸν ἀπερίοπτον εἶναι προνοίᾳ τοῦ ἐν αὐτοῖς εὐπρεπῶς ἀναστραφησομένου καὶ ἀπογνώσει τοῦ ἐν ἐπιχειρήσει τινὶ γενέσθαι πιστεύοντα εἰ δὲ μηδὲν τίμιον ὡς τῶν θεῶν αὐτῷ δύναμιν τοῦ θανάτου παρατυγχάνειν, 19.73αὐτῷ δʼ ἂν ἰσχὺν ἐγγενέσθαι καὶ μὴ σιδηροφορουμένῳ διαχρήσασθαι τότε Γάιον. οὕτως εὐχῆς εἶχε τοὺς συνωμότας Χαιρέας δεδιὼς τοὺς καιροὺς μὴ διαρρυεῖεν. 19.74οἱ δὲ ἑώρων μὲν νομίμων τε χρῄζοντα καὶ ἐπʼ ἀγαθοῖς τοῖς αὐτῶν ἐπειγόμενον, οὐ μὴν ἀλλʼ ἠξίουν εἰς ὀλίγον γοῦν ὑπερβολῇ χρήσασθαι, μὴ καί πῃ σφάλματος τῇ ἐπιχειρήσει συνελθόντος ταράξαιεν τὴν πόλιν ζητήσεων τῶν συνεγνωκότων τὴν πρᾶξιν γινομένων καὶ τοῖς αὐτοῖς μελλήσουσιν ἐπιχειρεῖν ἄπορον τὴν ἀνδραγαθίαν φραξαμένου Γαΐου πρὸς αὐτοὺς μειζόνως. 19.75καλῶς οὖν ἔχειν θεωριῶν ἐν τῷ Παλατίῳ ἐπιτελουμένων ἅπτεσθαι τοῦ χρήματος· ἄγονται δὲ ἐπὶ τιμῇ τοῦ πρώτου μεταστησαμένου τὴν ἀρχὴν τοῦ δήμου Καίσαρος εἰς αὐτὸν μικρόν τε πρὸ τοῦ βασιλείου καλύβης πηκτοῦ γενομένης, καὶ Ῥωμαίων τε οἱ εὐπατρίδαι θεωροῦσιν ὁμοῦ παισὶν καὶ γυναιξὶν καὶ Καῖσαρ· 19.76ῥᾳστώνην τε αὐτοῖς ἔσεσθαι πολλῶν μυριάδων ἀνθρώπων εἰς ὀλίγον χωρίον καθειργνυμένων ὥστε εἰσιόντι τὴν ἐπιχείρησιν ποιήσασθαι δυνάμεως τοῖς ὑπασπισταῖς, εἰ καί τινες προθυμοῖντο, μὴ παρατευξομένης αὐτῷ βοηθεῖν. 19.77

Εἴχετο δὲ Χαιρέας, καὶ τῶν θεωριῶν ἐπελθουσῶν τῇ πρώτῃ δεδογμένον ἅπτεσθαι τῆς πράξεως ἰσχυρότερον ἦν τοῦ κατʼ ἐκείνους προβεβουλευκότος τὸ τῆς τύχης συγχωροῦν ὑπερβολάς, καὶ τὰς τρεῖς ὑπερβαλλομένου ταῖς νομίμοις ἡμέραις μόλις κατὰ τὴν τελευταίαν αὐτοῖς ἐπράχθη τὸ ἔργον. 19.78Χαιρέας δὲ συγκαλέσας τοὺς συνωμόταςπολὺς μέν, εἶπεν, καὶ παρεληλυθὼς χρόνος ὀνειδίσαι τὸ ἐπιμέλλον ἡμῶν ἐπὶ τοῖς οὕτω βουλευθεῖσιν μετʼ ἀρετῆς, δεινὸν δέ, εἰ καὶ μηνύματος γενομένου διαπεσεῖται πρᾶξις καὶ Γάιος ὑβριεῖ μειζόνως. 19.79 οὐχ ὁρῶμεν, ὡς τῆς ἐλευθερίας ἀφαιροῦμεν ὁπόσας τῶν ἡμερῶν προσθήκην τῇ Γαΐου τυραννίδι χαριζόμεθα, δέον αὐτούς τʼ ἀδεεῖς τὸ λοιπὸν εἶναι καὶ τοῖς ἄλλοις αἰτίαν τοῦ εὐδαίμονος παρασχόντας διʼ αἰῶνος τοῦ ἅπαντος τοῖς αὖθις ἐν θαύματι μεγάλῳ 19.80καὶ τιμῇ καταστῆναι;” τῶν δὲ οὔτε ἀντειπεῖν ὡς οὐ πάνυ καλοῖς δυναμένων οὔτε τὴν πρᾶξιν ἄντικρυς δεχομένων σιγῇ δὲ καταπεπληγότωντί, φησίν, γενναῖοι, διαμέλλομεν; οὐχ ὁρᾶτε τὴν σήμερον τῶν θεωριῶν ἡμέραν ὑστάτην οὖσαν καὶ Γάιον ἐκπλευσούμενον;” > 19.81 ἐπὶ γὰρ Ἀλεξανδρείας παρεσκεύαστο πλεῖν κατὰ θεωρίαν τῆς Αἰγύπτου. “καλὸν δὲ ἡμῖν προέσθαι τῶν χειρῶν τὸ ὄνειδος τῇ Ῥωμαίων μεγαλαυχίᾳ πομπεῦσον διά τε γῆς καὶ θαλάσσης. 19.82πῶς δʼ οὐκ ἂν δικαίως κρίνοιμεν αὐτοὺς αἰσχύνῃ τῶν γενησομένων, εἴ τις αὐτὸν Αἰγύπτιος κτείνειεν τὴν ὕβριν οὐχ ἡγησάμενος ἀνασχετὸν τοῖς ἐλευθέροις γεγονόσιν; 19.83ἐγὼ μὲν οὖν οὐκέτι εἰς πλείονα ἀνέξομαι τὰς σκήψεις ὑμῶν, χωρήσω δὲ τοῖς κινδύνοις ὁμοῦ σήμερον ἡδονῇ φέρων πᾶν τι καὶ γένοιτο ἐξ αὐτῶν, οὐδʼ ἂν ὑπερβαλλοίμην εἴπερ εἴη· τί γὰρ δὴ καὶ γένοιτʼ ἂν ἀνδρὶ φρόνημα ἔχοντι τούτου σχετλιώτερον, ἕτερον Γάιον ἀναιρεῖν ἐμοῦ ζῶντος ἐμὲ τὴν ἐπὶ τῷδε ἀρετὴν ἀφῃρημένον;” 19.84

Καὶ μὲν ταῦτα εἰπὼν αὐτός τε ὡρμήκει πράξων τὸ ἔργον καὶ τοῖς λοιποῖς ἐνεποίησε θάρσος πᾶσίν τε ἦν ἔρως ἅπτεσθαι τοῦ ἐγχειρήματος μηδὲν ὑπερβαλλομένοις, 19.85ἕωθέν τε ἐπὶ τοῦ Παλατίου εἰώθει τὸ ξίφος ὑπεζωσμένος τῶν ἱππικῶν· ἔθος γὰρ δὴ τοῖς χιλιάρχοις τοῦτο ἐζωσμένοις αἰτεῖν παρὰ τοῦ αὐτοκράτορος τὸ σημεῖον, ἦν τε ἡμέρα καθήκουσα εἰς αὐτὸν τῆς παραλήψεως τοῦ σημείου. 19.86ἄρτι τε συνῄει πληθὺς εἰς τὸ Παλάτιον ἐπὶ προκαταλήψει θέας πολλῷ θορύβῳ καὶ ὠθισμῷ, χαρᾷ φέροντος Γαΐου τὴν ἐπὶ τοιοῖσδε τῶν πολλῶν σπουδήν, παρὸ καὶ διακέκριτο οὐδὲν οὔτε τῇ συγκλήτῳ χωρίον οὔτε τοῖς ἱππεῦσιν, φύρδην δὲ ἕζοντο καὶ τοῖς ἀνδράσιν ὁμοῦ αἱ γυναῖκες καὶ τῷ δούλῳ ἀναμεμιγμένον τὸ ἐλεύθερον. 19.87Γάιος δὲ προόδων αὐτῷ γενομένων ἔθυσε τῷ Σεβαστῷ Καίσαρι, δὴ καὶ τὰ τῆς θεωρίας ἤγετο, καὶ πίπτοντος τῶν ἱερείων τινὸς συνέβη αἵματι τὴν Ἀσπρήνα στολὴν ἑνὸς τῶν συγκλητικῶν ἀνάπλεων γενέσθαι. τοῦτο Γαΐῳ γέλωτα μὲν παρέσχεν, ἦν δʼ ἄρα εἰς οἰωνὸν τῷ Ἀσπρήνᾳ φανερόν· ἐπικατασφάζεται γὰρ τῷ Γαΐῳ. 19.88Γάιον δʼ ἱστορεῖται παρὰ φύσιν τὴν ἑαυτοῦ εὐπροσηγορώτατον γενέσθαι κατʼ ἐκείνην τὴν ἡμέραν καὶ δεξιότητι χρώμενον ὁμιλίας πάνθʼ ὁντινοῦν ἐκπλῆξαι τῶν παρατυγχανόντων. 19.89μετὰ δὲ τὴν θυσίαν ἐπὶ τὴν θεωρίαν τραπεὶς ἐκαθέζετο καὶ περὶ αὐτὸν τῶν ἑταίρων οἱ ἀξιολογώτατοι. 19.90κατεσκεύαστο δὲ τὸ θέατρον, πηκτὸν δὲ ἐγίνετο κατὰ ἕκαστον ἐνιαυτόν, τοιόνδε τρόπον· θύρας ἔχει δύο φερούσας τὴν μὲν εἰς αἴθριον, τὴν δʼ εἰς στοὰν εἰσόδοις καὶ ἀποχωρήσεσιν, ὅπως μὴ ταράσσοιντο οἱ ἔνδον ἀπειλημμένοι, ἐκ δʼ αὐτῆς τῆς καλύβης ἐνδοτέρω διαφράγμασιν ἑτέραν ἀπειληφυίαις ἐπʼ ἀναστροφῇ τοῖς ἀνταγωνισταῖς καὶ ὁπόσα ἀκροάματα. 19.91συγκαθημένης δὲ τῆς πληθύος καὶ τοῦ Χαιρέου σὺν τοῖς χιλιάρχοις οὐκ ἄπωθεν τοῦ Γαΐου, δεξιὸν δὲ τοῦ θεάτρου κέρας Καῖσαρ εἶχεν, Βαθύβιός τις τῶν συγκλητικῶν ἀνὴρ ἐστρατηγηκὼς ἤρετο Κλούιον παρακαθεζόμενον αὐτῷ καὶ τοῦτον ὑπατικόν, εἰ δή τις αὐτῷ νεωτέρων πραγμάτων πέρι ἀφίκοιτο πύστις, προμηθὴς γενόμενος τοῦ μὴ ἐξάκουστος εἶναι τάδε λέγων. 19.92τοῦ δὲ φαμένου μηδὲν πεπύσθαι σημεῖοντοιγαροῦν, Κλούιε, τυραννοκτονίας ἀγὼν πρόκειται.” καὶ Κλούιος γενναῖε, φησίν, σίγα, μή τις τʼ ἄλλος 19.93Ἀχαιῶν μῦθον ἀκούσῃ.” πολλῆς δʼ ὀπώρας ἐπιχεομένης τοῖς θεωροῖς καὶ πολλῶν ὀρνέων ὁπόσα τῷ σπανίῳ τίμια τοῖς κτωμένοις, Γάιος ἡδονῇ τὰς περὶ αὐτοῖς ἐθεώρει μάχας καὶ διαρπαγὰς οἰκειουμένων αὐτὰ τῶν θεωρῶν. 19.94ἔνθα δὲ καὶ σημεῖα μανθάνει δύο γενέσθαι· καὶ γὰρ μῖμος εἰσάγεται, καθʼ ὃν σταυροῦται ληφθεὶς ἡγεμών, τε ὀρχηστὴς δρᾶμα εἰσάγει Κινύραν, ἐν αὐτός τε ἐκτείνετο καὶ θυγάτηρ Μύρρα, αἷμά τε ἦν τεχνητὸν πολὺ καὶ περὶ τὸν σταυρωθέντα ἐκκεχυμένον καὶ τῶν περὶ τὸν Κινύραν. 19.95ὁμολογεῖται δὲ καὶ τὴν ἡμέραν ἐκείνην γενέσθαι, ἐν Φίλιππον τὸν Ἀμύντου Μακεδόνων βασιλέα κτείνει Παυσανίας εἷς τῶν ἑταίρων εἰς τὸ θέατρον εἰσιόντα. 19.96Γαΐου δʼ ἐνδοιάζοντος, εἴτε παραμείνειεν εἰς τέλος τῇ θεωρίᾳ διὰ τὸ τελευταίαν εἶναι τὴν ἡμέραν εἴτε λουτρῷ χρησάμενος καὶ σίτῳ εἶτα ἐπανίοι καθὰ καὶ οἱ πρότερον, Μινουκιανὸς ὑπὲρ τοῦ Γαΐου καθεζόμενος καὶ δεδιώς, μὴ διαλυθείη τὰ τῶν καιρῶν εἰς κενόν, ἐξαναστὰς ἐπειδὴ καὶ Χαιρέαν ἑώρα προεξεληλυθότα, ἠπείγετο θαρσύνειν αὐτὸν προελθών. 19.97λαμβάνεται δʼ αὐτοῦ τῆς στολῆς Γάιος κατὰ φιλοφροσύνην δῆθεν καίποῖ δή, φησίν, μακάριε;” καὶ μὲν αἰδοῖ δοκεῖν τοῦ Καίσαρος καθίζει, κρείσσων δʼ φόβος ἦν ὀλίγον τε διαλιπὼν εἶτα διανίσταται. 19.98καὶ Γάιος οὐδὲν ἐμποδὼν ἦν ἐξιόντι δοκῶν ἐπί τινι τῶν ἀναγκαίων ποιεῖσθαι τὴν ἔξοδον. Ἀμβρώνας δὲ καὶ αὐτὸς παρῄνει τῷ Γαΐῳ καθὸ πρότερον ὑπεξελθόντι πρός τε λουτρῷ καὶ ἀρίστῳ γενέσθαι καὶ ἔπειτα δὲ εἰσελθεῖν, χρῄζων ἐπὶ πέρας ἀχθῆναι τὰ ἐγνωσμένα. 19.99

Καὶ οἱ περὶ τὸν Χαιρέαν ἔτασσον μὲν ἀλλήλους καιρός τε καὶ ἐχρῆν ἕκαστον στάντα προσταχθείη μὴ ἀπολιμπάνεσθαι ἐπιπονοῦντες. ἤχθοντο δὲ τῇ διατριβῇ καὶ τῷ μέλλεσθαι τὰ ἐν χερσίν, ἐπεὶ καὶ περὶ ἐνάτην ὥραν ἤδη τὰ τῆς ἡμέρας ἦν. 19.100καὶ Χαιρέας βραδύνοντος Γαΐου πρόθυμος ἦν ἐπεισελθεῖν ἐν τῇ καθέδρᾳ προσπεσὼν μέντοι προῄδει τοῦτο σὺν πολλῷ φόνῳ τῶν τε βουλευτῶν καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν καίπερ δεδιὼς πρόθυμος ἦν, καλῶς ἔχειν ἡγούμενος πᾶσιν ἀσφάλειαν καὶ ἐλευθερίαν ὠνούμενος ἐν ὀλίγῳ τίθεσθαι τὰ κατὰ τοὺς ἀπολουμένους. 19.101καὶ δὴ τετραμμένων εἰς τὸ θέατρον εἰσόδῳ σημαίνεται Γάιος ἐξαναστὰς καὶ θόρυβος ἦν, ἀνέστρεφον δὲ καὶ οἱ συνωμόται καὶ ἀνεωθοῦντο τὴν πληθύν, λόγῳ μὲν διὰ τὸ δυσχεραίνειν τὸν Γάιον, ἔργῳ δὲ ἐπʼ ἀδείας βουλόμενοι ἐν ἐρημίᾳ τῶν ἀμυνουμένων καταστήσαντες αὐτὸν ἅπτεσθαι τῆς σφαγῆς. 19.102προεξῄεσαν δὲ Κλαύδιος μὲν πάτρως αὐτοῦ καὶ Μᾶρκος Βινίκιος τῆς ἀδελφῆς ἀνὴρ ἔτι δὲ Οὐαλέριος Ἀσιατικός, οὓς οὐδὲ βουλομένοις διακλεῖσαι δύναμις ἦν αἰδοῖ τῆς ἀξιώσεως, εἵπετο δʼ αὐτὸς σὺν Παύλῳ Ἀρουντίῳ. 19.103ἐπεὶ δʼ ἐντὸς ἦν τοῦ βασιλείου, τὰς μὲν ἐπʼ εὐθείας ὁδοὺς λείπει, καθʼ ἃς διεστήκεσαν τῶν δούλων οἱ θεραπεύοντες αὐτὸν καὶ προῄεσαν οἱ περὶ τὸν Κλαύδιον· 19.104τρέπεται δὲ κατὰ στενωπὸν ἠρεμηκότα καὶ ἐπὶ τόπον πρὸς λουτροῖς γενησόμενος ἅμα καὶ παῖδας οἳ ἥκεσαν ἐκ τῆς Ἀσίας κατανοήσων, πομπῆς αὐτῶν ἐκεῖθεν γενομένης ἐπὶ ὕμνοις μυστηρίων ἐπετέλει, ἔνιοι δὲ κατὰ πυρριχισμούς, οἳ ἐν τοῖς θεάτροις ἔσοιντο. 19.105ὑπαντιάζει δʼ αὐτὸν Χαιρέας καὶ ᾔτησεν σημεῖον. τοῦ δὲ τῶν εἰς χλεύην ἀνακειμένων εἰπόντος οὐδὲν ἐνδοιάσας λοιδορίαις τε ἐχρᾶτο κατὰ τοῦ Γαΐου καὶ σπασάμενος τὸ ξίφος ἐπάγει πληγὴν σφοδράν· οὐ μήν γε ἦν καίριος. 19.106καίτοι γέ φασίν τινες προνοίᾳ τοῦ Χαιρέου γενέσθαι τοῦ μὴ μιᾷ πληγῇ διεργάσασθαι τὸν Γάιον, ἀλλὰ τιμωρεῖσθαι μειζόνως πλήθει τραυμάτων. 19.107οὐ μὴν ἐμοὶ πιθανὸς οὗτος λόγος διὰ τὸ μὴ ἐπιχωρεῖν ἐν ταῖσδε ταῖς πράξεσιν λογισμῷ χρῆσθαι τὸν φόβον, Χαιρέαν δέ, εἴπερ οὕτως ἐφρόνει, πάντων ἥγημαι μωρίᾳ διαφέρειν ἡδονὴν τῇ ὀργῇ χαριζόμενον μᾶλλον ἐκ τοῦ ὀξέος ἀπαλλαγὴν αὑτῷ τε καὶ τοῖς συνωμόταις κινδύνων χαριζόμενον, διὰ τὸ πολλὰς ἂν μηχανὰς ἔτι γενέσθαι βοηθειῶν Γαΐῳ μὴ φθάντι τὴν ψυχὴν ἀφεῖναι κἀνταῦθα Χαιρέᾳ λόγον ἂν γενέσθαι οὐ περὶ τῆς Γαΐου τιμωρίας, ἀλλὰ τῆς αὐτοῦ καὶ τῶν φίλων, 19.108ὅπου γε καὶ πράξαντι καλῶς ἂν εἶχε σιγῇ χρωμένῳ διαδιδράσκειν τὰς ὀργὰς τῶν ἀμυνομένων, οὐχ ὅπως ἄδηλον εἰ τύχοι κατορθῶν ἐπʼ ἀλόγοις χρῄζειν αὐτόν τε ἀπολέσαι καὶ τὸν καιρόν. καὶ τάδε μὲν εἰκάζειν παρέστω τοῖς βουλομένοις καὶ θέλοιεν. 19.109 δὲ Γάιος ἀλγηδόνι τῆς πληγῆς περιφερόμενος, μεσσηγὺς γὰρ τοῦ τε ὤμου καὶ τοῦ τραχήλου φερόμενον τὸ ξίφος ἐπέσχεν κλεὶς προσωτέρω χωρεῖν, οὔτε ἀνεβόησεν ὑπʼ ἐκπλήξεως οὔτε ἐπεκαλέσατό τινας τῶν φίλων εἴτε ἀπιστίᾳ εἴτε καὶ ἄλλως ἀφρονήσει, στόνῳ δὲ χρησάμενος πρὸς τῆς ἀλγηδόνος τὸ περιὸν εἰς τὸ πρόσθεν ἵετο φυγῇ. 19.110καὶ δεξάμενος αὐτὸν Κορνήλιος Σαβῖνος τὴν διάνοιαν ἤδη προκατειργασμένον ὠθεῖ καὶ κλιθέντα ἐπὶ γόνυ πολλοὶ περιστάντες ἀφʼ ἑνὸς ἐγκελεύσματος ἔκοπτον τοῖς ξίφεσιν, παρακελευσμός τε τὰ πρὸς ἀλλήλους καὶ πρὸς ἔρις αὐτοῖς ἦν. τελευταῖα δὲ Ἀκύλας, ὁμολογεῖται δὲ ὑπὸ πάντων πληγὴν ἐπαγαγών, μεθίστησιν αὐτὸν ἀκριβῶς. 19.111ἀναθείη δʼ ἄν τις τὴν πρᾶξιν Χαιρέᾳ· καὶ γὰρ εἰ σὺν πολλοῖς ἐπράχθη τὸ ἔργον αὐτῷ, ἀλλʼ οὖν πρῶτός τε ἐνεθυμήθη εἶναι μέντοι αὐτῷ ὃς προλαβὼν πολὺ τῶν ἁπάντων, 19.112καὶ πρῶτος μὲν τολμηρῶς ἐξεῖπεν τοῖς λοιποῖς, δεχομένων δὲ τὸν ἐπὶ τῷ φόνῳ λόγον σποράδας τε ἤθροισεν καὶ τὰ πάντα φρονίμως συγκροτήσας ἔνθα γνωμῶν εἰσηγήσεως ἐχρῆν πολὺ κρείσσων ἐγίγνετο καὶ λόγοις καθωμίλησεν χρηστοῖς ὡς οὐ τολμῶντας ἠνάγκασέν τε τοὺς ἅπαντας, 19.113ἐπεί τε καιρὸς ἐλάμβανεν χειρὶ χρήσασθαι, φαίνεται κἀνταῦθα πρῶτός τε ὁρμήσας καὶ ἁψάμενος ἀρετῇ τοῦ φόνου καὶ τοῖς ἄλλοις εὐεπίβατον παρασχὼν καὶ προτεθνεῶτα Γάιον, ὥστʼ ἂν δικαίως καὶ ὁπόσα τοῖς λοιποῖς εἴη πεπραγμένα τῇ Χαιρέου γνώμῃ τε καὶ ἀρετῇ προστίθεσθαι καὶ πόνῳ τῶν χειρῶν. 19.114

Καὶ Γάιος μὲν τοιούτῳ τρόπῳ χρησάμενος τῆς τελευτῆς ὑπὸ τοῦ πολλοῦ τῶν τραυμάτων ἀποψυχθεὶς ἔκειτο. 19.115οἱ δὲ περὶ τὸν Χαιρέαν ἐπειδὴ κατείργαστο αὐτοῖς ἤδη Γάιος, ὁδοὺς μὲν τὰς αὐτὰς ἰόντες σώζειν αὑτοὺς ἀμήχανον ἑώρων, ὄκνῳ τε τῶν γεγονότων, οὐ γὰρ μικρὸν ἦν τὸν αὐτοκράτορα ἀνῃρηκόσι τὸ κινδύνευμα ὑπό τε ἀνοίας τοῦ δήμου τιμώμενον καὶ ὄντα προσφιλῆ καὶ τῶν στρατιωτῶν μὴ ἀναιμωτὶ ποιησομένων τὴν ζήτησιν αὐτοῦ, 19.116ἄλλως τε στενῶν οὐσῶν τῶν ὁδῶν, καθʼ ἃς ἔπραξαν τὸ ἔργον, καὶ μεγάλου πλήθους ἐμφράξαντος αὐτὰς τῆς τε θεραπείας καὶ ὁπόσοι τῶν στρατιωτῶν ἐπὶ φυλακῇ τοῦ αὐτοκράτορος ἐκείνην παρῆσαν τὴν ἡμέραν, 19.117ὁδούς τε ἑτέρας χωροῦντες παρῆσαν εἰς τὴν Γερμανικοῦ μὲν οἰκίαν τοῦ Γαΐου πατρός, ὃν τότε ἀνῃρήκεσαν, συνημμένη δὲ ἐκείνη, διὰ τὸ ἓν τὸ βασίλειον ὂν ἐπʼ οἰκοδομίαις ἑκάστου τῶν ἐν τῇ ἡγεμονίᾳ γεγονότων ἀσκηθὲν ἀπὸ μέρους ὀνόματι τῶν οἰκοδομηθησομένων καί τι τῶν ἡμερῶν οἰκήσεις ἀρξάντων τὴν ἐπωνυμίαν παρασχέσθαι. 19.118καὶ διεκπεσόμενοι ἐκ τοῦ πλήθους τὴν ἔφοδον ἐν ἀδείᾳ τὸ παρὸν ἦσαν λανθάνοντος ἀκμὴν κακοῦ τοῦ τὸν αὐτοκράτορα παρειληφότος. 19.119πρώτους δὲ εἰς τοὺς Γερμανοὺς αἴσθησις ἀφίκετο τῆς Γαΐου τελευτῆς. δορυφόροι δʼ ἦσαν οὗτοι ὁμώνυμοι τῷ ἔθνει ἀφʼ οὗ κατειλέχατο Κελτικοῦ τάγμα παρεχόμενοι τὸ αὐτῶν. 19.120θυμῷ δὲ χρῆσθαι πάτριόν ἐστιν αὐτοῖς, ὥσπερ σπάνιον εἴ τισιν ἑτέροις βαρβάρων διὰ τὸ ἡσσόνως λογισμὸν ἐπιδέχεσθαι τῶν ποιουμένων, ῥωμαλέοι τε τοῖς σώμασι καὶ τῇ πρώτῃ ὁρμῇ συνιόντες τοῖς πολεμίοις, οὓς ἂν νομίσωσι, μεγάλα κατορθοῦντες. 19.121οὗτοι οὖν πυθόμενοι τοῦ Γαΐου τὴν σφαγὴν καὶ περιαλγήσαντες διὰ τὸ μὴ ἀρετῇ κρίνειν ἐπὶ τοῖς ὅλοις, ἀλλὰ συμφέροντι τῷ αὐτῶν, μάλιστα δὲ αὐτοῖς προσφιλὴς ἦν Γάιος δόσεσι χρημάτων τὸ εὔνουν αὑτῷ κτώμενος, 19.122σπασάμενοι τὰ ξίφη, προειστήκει δʼ αὐτῶν Σαβῖνος χιλιαρχῶν οὐ διʼ ἀρετὴν καὶ γενναιότητα προγόνων, μονομάχος γὰρ ἦν, ἰσχύι δὲ σώματος τὴν ἐπὶ τοιούτοις κτησάμενος ἄθροισιν ἀρετήν, διεξῄεσαν τῆς οἰκίας ἀνερευνώμενοι τοὺς σφαγέας τοῦ Καίσαρος. 19.123Ἀσπρήναν τε κρεουργήσασιν αὐτοῖς διὰ τὸ πρώτῳ περιπεσεῖν, οὗ τὴν στολὴν μιᾶναν τὸ αἷμα τῶν θυμάτων, ὥς μοι λέλεκται πρότερον, οὐκ ἐπʼ ἀγαθῷ τὴν συντυχίαν ἀπεσήμαινε τοῦ γεγονότος δεύτερος, Νωρβανὸς ὑπηντίαζεν ἐν τοῖς γενναιοτάτοις τῶν πολιτῶν καὶ πολλοὺς αὐτοκράτορας παρεχόμενος τῶν προπατόρων. 19.124καὶ μηδὲν αἰδουμένων αὐτοῦ τὴν ἀξίωσιν ἰσχύι προύχων ἀφαιρεῖται τὸ ξίφος τῷ πρώτῳ τῶν ἐπιόντων συμπλακεὶς φανερός τε ἦν οὐκ ἀπραγμόνως τεθνηξόμενος, μέχρι δὴ περισχεθεὶς πολλοῖς τῶν ἐπιφερομένων ἔπεσεν ὑπὸ πλήθους τραυμάτων. 19.125τρίτος δὲ Ἀντήιος τῶν ἐκ τῆς βουλῆς σὺν ὀλίγοις, οὐ τυχαίως τοῖς Γερμανοῖς καθάπερ οἱ πρότερον περιπεσών, ὑπὸ δὲ φιλοθεαμοσύνης καὶ ἡδονῆς τοῦ αὐτόπτης γενόμενος Γαΐου κειμένου μῖσος εὐφρᾶναι τὸ πρὸς αὐτόν· τὸν γὰρ πατέρα τοῦ Ἀντηίου καὶ ὁμώνυμον φυγάδα ἐλάσας καὶ μὴ ἀρκεσθεὶς κτείνει στρατιώτας ἀποπέμψας. 19.126καὶ παρῆν μὲν διὰ τάδε εὐφρανούμενος θεωρίᾳ τοῦ νεκροῦ, θορυβουμένης δὲ τῆς οἰκίας κρύπτειν αὑτὸν ἐνθυμησάμενος οὐ διαφυγγάνει τῶν Γερμανῶν τό τε εἰς τὴν ἔρευναν ἀκριβὲς κἀπὶ τοῖς φόνοις ὁμοίως τῶν τε αἰτίων καὶ μὴ ἐξαγριωσάντων. καὶ οἵδε μὲν ταύτῃ τεθνήκεσαν. 19.127

Εἰς δὲ τὸ θέατρον ἐπεὶ ἀφίκετο λόγος περὶ τῆς Γαΐου τελευτῆς, ἔκπληξίς τε καὶ ἀπιστία ἦν· οἱ μὲν γὰρ καὶ πάνυ ἡδονῇ δεχόμενοι τὸν ὄλεθρον αὐτοῦ κἂν πρὸ πολλοῦ ἡγησάμενοι σφίσιν ἀγαθὸν συνελθεῖν ὑπὸ δέους ἐν ἀπιστίᾳ ἦσαν. 19.128εἰσὶ δʼ οἷς καὶ πάνυ ἀπʼ ἐλπίδων ἦν διὰ τὸ μὴ ἐθέλειν τι τοιόνδε περὶ τῷ Γαΐῳ γεγονέναι μηδὲ ἀληθείᾳ προστίθεσθαι διὰ τὸ μὴ οἷόν τε ἀνθρώπῳ εἶναι τοιᾷδε ἀρετῇ χρῆσθαι. 19.129γύναια δʼ ἦν ταῦτα καὶ παῖδες ὁπόσοι τε δοῦλοι καί τινες τοῦ στρατιωτικοῦ, οἱ μὲν διὰ τὸ μισθοφορεῖν καὶ οὐδὲν ἀλλʼ συντυραννοῦντες καὶ διακονίᾳ τῆς κατʼ ἐκεῖνον ὕβρεως ἐπανασειόμενοι τοῖς κρατίστοις τῶν πολιτῶν τιμῆς τε ἅμα καὶ ὠφελειῶν τυγχάνειν, 19.130 δὲ αὖ γυναικωνῖτις καὶ τὸ νεώτερον, ὅπερ ὄχλος φιλεῖ, θεωρίαις τε καὶ μονομαχιῶν δόσεσιν καί τινων κρεανομιῶν ἡδοναῖς ἀνειλημμένοι, ἐπράσσετο λόγῳ μὲν ἐπὶ θεραπείᾳ τῆς πληθύος, τὸ δʼ ἀληθὲς ἐκπιμπλάντα τῆς μανίας Γαΐου τὴν ὠμότητα· 19.131οἱ δὲ δοῦλοι διὰ τὸ ἐν προσηγορίᾳ τε εἶναι καὶ καταφρονήματι τῶν δεσποτῶν, ἀποστροφῆς τῷ ὑβρίζοντι αὐτὴν οὔσης τῆς κατʼ ἐκεῖνον ἐπικουρίας· ῥᾴδιον γὰρ ψευσαμένοις τε κατὰ τῶν κυρίων πεπιστεῦσθαι καὶ τὰ χρήματα ἐνδείξασιν αὐτῶν ἅμα ἐλευθέροις τε εἶναι καὶ πλουσίοις μισθῷ τῶν κατηγοριῶν διὰ τὸ ἆθλα αὐτοῖς προκεῖσθαι τὰς ὀγδόας τῶν οὐσιῶν. 19.132τῶν δὲ εὐπατριδῶν εἰ καί τισιν πιστὸς λόγος φανείη, τοῖς μὲν ἐκ τοῦ προειδέναι τὴν ἐπιβουλήν, τοῖς δʼ ὑπὸ τοῦ θέλειν εὐκτὸν ἡγουμένοις, σιγῇ παρεδίδοτο οὐ μόνον ἐπὶ τοῖς ἠγγελμένοις χαρά, ἀλλὰ καὶ δόξα τῆς ἀκροάσεως, 19.133οἱ μὲν δεδιότες, μὴ καὶ ψευσθεῖσιν ἐλπίδος τιμωρίᾳ συνέλθοιεν ὡς προεξορμήσασιν ἀποφήνασθαι τὴν διάνοιαν ἑαυτῶν, οἱ δʼ ἐξεπιστάμενοι διὰ τὸ τῆς ἐπιβουλῆς μετασχεῖν μειζόνως ἔκρυπτον ἀλλήλων ἀγνοίᾳ καὶ δεδιότες, μὴ πρός τινα εἰπόντες, οἷς τυραννὶς ἑστῶσα ὠφέλιμος ἦν, ζῶντος Γαΐου κολασθεῖεν ἐνδείξεως γενομένης. 19.134ἐπεὶ καὶ ἕτερος ἐπεφοιτήκει λόγος ὡμιληκέναι μὲν τραύμασιν, οὐ μὴν ἀποθανεῖν, ἀλλὰ ζῶντα ἐν θεραπείαις ὑπὸ τῶν ἰατρῶν εἶναι. 19.135ἦν τε πιστὸς οὐθεὶς οὐδενί, κἂν θαρσήσας γνώμην ἀποφαίνοιτο τὴν αὐτοῦ· γὰρ φίλος ὢν ὕποπτος ἐγίνετο εὐνοίᾳ τῆς τυραννίδος καὶ μίσει πρὸς ἐκεῖνον χρώμενος τῷ πρὸς αὐτὸν οὐδαμόθεν εὐνοίᾳ χρωμένῳ διαφθείρειν τὴν ἐπὶ τοῖς λεγομένοις πίστιν. 19.136ἐλέγετο δὲ ὑπό τινων, οἳ καὶ μάλιστα τοῖς εὐπατρίδαις ἠφάνιζον τὸ εὐθυμοῦν τῆς ἐλπίδος, ἐν ἀμελείᾳ κινδύνων γεγονότα καὶ ἄφροντιν κομιδῇ τῶν τραυμάτων, ὥσπερ εἶχεν ᾑματωμένον ἐπὶ τῆς ἀγορᾶς διεκπεσεῖν κἀν δημηγορίαις εἶναι. 19.137καὶ τάδε μὲν εἰκάζετο βουλήσει τῇ ἀλογίστῳ τῶν θροεῖν προθεμένων καὶ ἐπʼ ἀμφότερα δόξῃ τῶν ἀκουόντων λαμβανόμενα· οὐ μὴν τήν γʼ ἐνέδραν ἐξέλιπον δεδιότες τὴν ἐπενεχθησομένην προεξιοῦσιν αἰτίαν· οὐ γὰρ ἐφʼ ἧς ἀξιοῖεν διανοίας γενήσεσθαι περὶ αὐτοῖς τὴν κρίσιν, ἀλλʼ ἀφʼ ἧς εἰκάζειν ἐθελήσειαν τούς τε κατηγορήσοντας καὶ τοὺς δικάζοντας. 19.138

Ἐπεὶ δὲ καὶ πλῆθος τῶν Γερμανῶν περιέσχε τὸ θέατρον ἐσπασμένων τὰ ξίφη, πᾶσι τοῖς θεωροῖς ἐλπὶς ἦν ἀπολεῖσθαι, καὶ πρὸς πᾶσαν οὗτινος εἴσοδον πτοία εἶχεν αὐτούς, ὡς αὐτίκα μάλα συγκοπήσοιντο, ἐν ἀμηχάνοις τε ἦσαν οὔτʼ ἀπιέναι θάρσος εἰσφερόμενοι οὔτε ἀκίνδυνον τὴν διατριβὴν τὴν ἐπὶ τοῦ θεάτρου πεπιστευκότες. 19.139εἰσπιπτόντων τε ἤδη βοὴ τοῦ θεάτρου ῥήγνυται καθʼ ἱκετείαν τρεπομένου τῶν στρατιωτῶν, ὡς πάντων ἀγνοίας αὐτῇ γενομένης καὶ τῶν βουλευθέντων τοῖς ἐπαναστᾶσιν, εἰ δή τις καὶ γέγονεν ἐπανάστασις, καὶ τῶν γεγονότων. 19.140φείδεσθαι οὖν καὶ μὴ τόλμης ἀλλοτρίας παρὰ τῶν οὐδʼ ἐν αἰτίᾳ γενομένων ἀπολαμβάνειν τιμωρίαν, παρέντας ἐρεύνην τῶν πεπραχότων τι καὶ πεπραγμένον εἴη καταστῆναι. 19.141καὶ οἱ μὲν ταῦτά τε καὶ περαιτέρω μετὰ δακρύων καὶ τύψεως προσώπων ἐπιθειάζοντες καὶ ποτνιώμενοι ὁπόσα ἀνεδίδασκεν αὐτοὺς κίνδυνος ἑστὼς πλησίον, καὶ ὡς ἄν τις ἀγωνιζόμενος περὶ τῆς ψυχῆς εἴποι τι, ἔλεγον. 19.142θραύεται δὲ τῶν στρατιωτῶν πρὸς ταῦτα ὀργὴ καὶ μεταμελῆσαν αὐτοῖς τοῦ ἐπὶ τοῖς θεωροῖς βουλεύματος, ὠμόν τε γὰρ ἦν τοῦτο καὶ ἐκείνοις καίπερ ἐξηγριωκόσιν ἐδόκει, τὰς κεφαλὰς τῶν περὶ τὸν Ἀσπρήναν ἐπὶ τὸν βωμὸν ἀπερεισαμένοις. 19.143πρὸς ἃς μειζόνως ἔπαθον οἱ θεωροὶ λογισμῷ τε ἀξιώσεως τῶν ἀνδρῶν καὶ ἐλέῳ τοῦ πάθους, ὥστε παρʼ ὀλίγον καὶ αὐτοῖς οὐδὲν ἐλλιπεστέρως τὰ τῶν κινδύνων ὁμιλήσαντα ἐπανασεσεῖσθαι, ὧν ἄδηλον εἶναι τὴν συμφορὰν εἴπερ εἰς τέλος φευχθῆναι δύναιτʼ ἄν. 19.144ὥστε κἂν εἴ τινες τῶν προθύμως μισούντων καὶ μετὰ δίκης τὸν Γάιον ἀφαιρεῖσθαι τῶν ἐπʼ αὐτῷ εὐφροσυνῶν τῆς χώρας, διὰ τὸ ἐν ῥοπῇ μὲν τοῦ συναπολουμένου γεγονέναι, τὸ δὲ πιστὸν τοῦ περιεῖναι μηδέπω καὶ τότε ἐχέγγυον συνελθεῖν. 19.145

Ἦν δὲ Εὐάρεστος Ἀρούντιος τῶν κηρυσσόντων τὰ πωλούμενα καὶ διʼ αὐτὸ φωνῆς τε μεγέθει χρώμενος καὶ χρήματα περιβεβλημένος ὅμοια τοῖς Ῥωμαίων πλουσιωτάτοις, δύναμίς τε αὐτῷ ἦν ἐφʼ οἷς ἐθελήσειε πράσσειν κατὰ τὴν πόλιν ἔν τε τῷ τότε κἀν τοῖς ὕστερον. 19.146οὗτος διαθεὶς αὑτὸν ὡς ἐνῆν πενθιμώτατον, καίτοι μίσει καὶ παρʼ ὁντινοῦν ἐχρῆτο πρὸς Γάιον, ἀλλὰ μὴν κρείσσων διδασκαλία τοῦ φόβου καὶ στρατηγία περὶ τοῦ κερδησομένου τὴν σωτηρίαν τῆς εἰς τὸ παρὸν ἡδονῆς, 19.147πάντα κόσμον ἐπιτηδεύσας ὡς ἄν τις ἐπὶ τοῖς τιμιωτάτοις παρεσκεύαστο ἀπολωλόσιν, ἀποσημαίνει τοῦ Γαΐου τὸν θάνατον ἐπὶ τὸ θέατρον παρελθὼν καὶ ἔπαυσεν τοὺς ἀνθρώπους ἐπὶ πλέον ἀγνοίᾳ συμπεριφέρεσθαι τοῦ γεγονότος. 19.148ἤδη δὲ καὶ Στήλας Ἀρούντιος παρῆν ἀνακαλῶν τοὺς Γερμανοὺς καὶ οἱ χιλίαρχοι σὺν αὐτῷ κελεύοντες κατατίθεσθαι τὸν σίδηρον καὶ διασαφοῦντες Γαΐου τὴν τελευτήν. 19.149τοῦτο καὶ σαφέστατα ἔσωσεν τοὺς ἐν τῷ θεάτρῳ συνειλεγμένους καὶ πάντας, οἳ καὶ ὁπωσοῦν τοῖς Γερμανοῖς περιτύχοιεν· ἐλπίδος γὰρ αὐτοῖς παραγενομένης ἔμπνουν κεῖσθαι τὸν Γάιον οὐκ ἔσθʼ οὗτινος κακῶν ἂν ἀπέσχοντο. 19.150τοσόνδε ἐπερίσσευσεν αὐτοῖς εὐνοίας τῆς πρὸς αὐτόν, ὡς κἂν μετὰ τοῦ καθʼ αὑτοὺς ἀπολουμένου τῆς ψυχῆς κτήσασθαι τὸ ἀνεπιβούλευτον αὐτῷ καὶ τοσαύτῃ δυστυχίᾳ συνεσόμενον. 19.151παύονται δὲ τοῦ ὠργηκότος εἰς τὴν τιμωρίαν μαθήσεως σαφοῦς παραγενομένης αὐτοῖς ἐπὶ τῇ τελευτῇ, διά τε τὸ εἰς ἀχρεῖον ἐπιδείξεσθαι τὸ πρόθυμον τῆς εὐνοίας, ὃς ἀμείψαιτο αὐτοὺς ἀπολωλότος, καὶ δέει, μὴ καὶ περαιτέρω τῇ ὕβρει χρωμένων ἐπιστροφὴ γένοιτο ὑπὸ τῆς βουλῆς, εἴπερ εἰς ἐκείνην περισταίη τὸ κράτος, ὑπὸ τοῦ ἐπικαταστάντος ἄρχοντος. 19.152καὶ Γερμανοὶ εἰ καὶ μόλις, ἀλλʼ οὖν ἐπαύσαντο λύσσης τῆς ἐπὶ Γαΐου τῷ θανάτῳ καταλαμβανομένης αὐτούς. 19.153

Χαιρέας δέ, σφόδρα γὰρ περὶ Μινουκιανῷ ἔδεισε, μὴ διαφθαρείη μανίᾳ τῶν Γερμανῶν περιπεσών, ἕκαστόν τε τῶν στρατιωτῶν μετῄει προμηθεῖσθαι τῆς σωτηρίας αὐτοῦ δεόμενος καὶ μὴ ἀπολώλοι πολλὴν ἐξέτασιν ποιούμενος. 19.154καὶ Μινουκιανὸν μὲν Κλήμης, ἀνάγεται γὰρ ἐπὶ τοῦτον, μεθίησιν πολλῶν μετʼ ἄλλων συγκλητικῶν δικαιοσύνην τῇ πράξει συμμαρτυρῶν καὶ ἀρετὴν τοῖς ἐντεθυμημένοις καὶ πράσσειν μὴ ἀποδεδειλιακόσι· 19.155τυραννίδα γὰρ εἰς ὀλίγον μὲν ἐλθεῖν ἡδονῇ τοῦ ὑβρίζειν ἐπαρθεῖσαν, εὐτυχεῖς δὲ οὐκ ἄρα ποιεῖσθαι τὰς ἀπαλλαγὰς τοῦ βίου μίσει τῆς ἀρετῆς πρὸς αὐτὸν χρωμένης, 19.156ἀλλὰ μετὰ τοιαύτης δυστυχίας, ὁποίᾳ δὴ Γάιον συνελθεῖν πρὸ τῶν ἐπαναστάντων καὶ συνθέντων τὴν ἐπίθεσιν αὐτὸν ἐπίβουλον αὐτῷ γενόμενον καὶ διδάξαντα οἷς ὑβρίζων ἀφόρητος ἦν ἀφανίζων τοῦ νόμου τὴν πρόνοιαν πολέμῳ πρὸς αὐτὸν χρῆσθαι τοὺς φιλτάτους, καὶ νῦν λόγῳ μὲν εἶναι τούτους οἳ ἀνῃρήκασι Γάιον, ἔργῳ δὲ αὐτὸν ὑφʼ ἑαυτοῦ κεῖσθαι διολωλότα. 19.157

Ἤδη δὲ καὶ τὸ θέατρον ἐξανίστατο τῶν φυλακῶν αἳ τὸ κατʼ ἀρχὰς πάνυ πικραὶ ἐγένοντο ὑπανεισῶν. αἰτία δʼ ἦν τοῦ προθύμως καὶ διαφευξομένου τῶν θεωρῶν Ἀλκύων ἰατρός, συναρπασθεὶς μὲν ὡς ἐπὶ θεραπείᾳ τινῶν τραυματιῶν, ἐκπέμψας δὲ τοὺς συνόντας λόγῳ μὲν ὡς καὶ μετελευσομένους ὁπόσα εἰς τὴν ἴασιν τοῖς τραυματίαις πρόσφορα, τὸ δʼ ἀληθὲς ὡς πείσοιντο κινδύνου τοῦ κατειληφότος. 19.158ἐν τούτῳ δὲ βουλῆς τε γίνεται σύνοδος καὶ δῆμος ᾗπερ καὶ εἰώθασιν ἐκκλησιάζειν ἐπὶ τῆς ἀγορᾶς καταστὰς ἐν ζητήσει τῶν σφαγέων τῶν Γαΐου ἦσαν, μὲν δῆμος καὶ πάνυ ἐκθύμως, δοκεῖν δὲ καὶ βουλή. 19.159καὶ ἦν γὰρ Ἀσιατικὸς Οὐαλέριος ὑπατικὸς ἀνήρ, οὗτος ἐπὶ τὸν δῆμον καταστάς, θορυβούντων καὶ δεινὸν τιθεμένων τὸ ἔτι λανθάνον τῶν τὸν αὐτοκράτορα ἀπεκτονότων, ἐπεὶ προθύμως πάντες αὐτὸν ἤροντο, τίς πράξας τυγχάνει, “εἴθε γὰρ ἔγωγεφησί. 19.160καὶ προύθεσαν δὲ καὶ οἱ ὕπατοι διάγραμμα Γαΐου μὲν κατηγορίας ποιούμενοι, κελεύοντες δὲ τῷ τε δήμῳ καὶ τοῖς στρατιώταις ἐπὶ τὰ αὐτῶν ἀπιέναι, τῷ μὲν δήμῳ πολλὴν ἀνέσεως ἐπαγγελλόμενοι ἐλπίδα, τῷ στρατιωτικῷ δὲ τιμῶν, εἰ ἐν κόσμῳ μείνειαν τῷ εἰωθότι μηδὲν ὑβρίζειν ἐξαγόμενοι· δέος γὰρ ἦν, μὴ ἐξαγριωσάντων ἀπολαύσειεν τοῦ κακοῦ πόλις καθʼ ἁρπαγὰς αὐτῶν καὶ συλήσεις τῶν ἱερῶν τρεπομένων. 19.161ἐφθάκει δὲ ἤδη τῶν βουλευτῶν τὸ πᾶν πλῆθος συνειλεγμένον καὶ μάλιστα οἱ εἰς τοῦ Γαΐου συνελθόντες τὸν φόνον θράσει τε ἤδη χρώμενοι κἀν καταφρονήματι μεγάλῳ ὄντες ὡς εἰς αὐτοὺς ἀνακειμένων δὴ τῶν πραγμάτων. 19.162

Ἐν τούτῳ δὴ ὄντων τῶν πραγμάτων αἰφνίδιον ἁρπάζεται Κλαύδιος ἐκ τῆς οἰκίας· οἱ γὰρ στρατιῶται συνόδου γενομένης αὐτοῖς, ἀλλήλοις καὶ αὑτοῖς λόγον δόντες περὶ τοῖς ποιητέοις ἑώρων δημοκρατίαν ἀδύνατόν τε ὂν ἐν κράτει τοσῶνδε ἄν ποτε γενέσθαι πραγμάτων ἐξικομένην τε οὐκ ἐπʼ ἀγαθῷ τῷ αὐτῶν κτήσασθαι τὴν ἀρχήν, 19.163εἴ τέ τις τῶν κατὰ ἕνα σχήσοι τὴν ἡγεμονίαν, εἰς πάντα λυπηρὸν αὐτοῖς εἶναι μὴ οὐ συνεργοῖς τῆς ἀρχῆς καταστᾶσιν. 19.164καλῶς οὖν ἔχειν ἀκρίτων ἔτι ὄντων τῶν πραγμάτων ἡγεμόνα αἱρεῖσθαι Κλαύδιον, πάτρωά τε ὄντα τοῦ τεθνεῶτος καὶ τῶν εἰς τὴν βουλὴν συλλεγομένων οὐδενὸς οὗτινος οὐκ ἀξιολογώτερον προγόνων τε ἀρετῇ καὶ τῷ κατʼ αὐτὸν παιδείαν μεμελετηκότι, 19.165καὶ σταθέντα αὐτοκράτορα τιμήσειν τε τὰ εἰκότα καὶ ἀμείψεσθαι δωρεαῖς.” ταῦτα διανοοῦνταί τε καὶ ἔπραξαν ἐκ τοῦ παραχρῆμα. 19.166ἥρπαστο μὲν δὴ Κλαύδιος ὑπὸ τοῦ στρατιωτικοῦ. Ναῖος δὲ Σέντιος Σατορνῖνος καίτοι πεπυσμένος τὴν Κλαυδίου ἁρπαγήν, καὶ ὡς ἐπιδικάζοιτο τῆς ἀρχῆς ἄκων μὲν δοκεῖν, τὸ δὲ ἀληθὲς καὶ βουλήσει τῇ αὐτοῦ, καταστὰς ἐπὶ τῆς συγκλήτου καὶ μηδὲν ἐκπλαγεὶς ἐλευθέροις τε καὶ γενναίοις ἀνδράσι πρεπόντως ποιεῖται παραίνεσιν τάδε λέγων. 19.167

Εἰ καὶ ἄπιστον, Ῥωμαῖοι, διὰ τὸ χρόνῳ πολλῷ ἥκειν ἀνέλπιστον οὖσαν ἡμῖν, ἀλλʼ οὖν ἔχομεν τοῦ ἐλευθέρου τὴν ἀξίωσιν, ἄδηλον μὲν ἐφʼ ὁπόσον παρατείνουσαν καὶ γνώμῃ θεῶν οἳ ἐχαρίσαντο αὐτὴν κειμένην, εὐφραίνειν δὲ ἀρκοῦσαν καὶ εἴπερ ἀφαιρεθείημεν αὐτῆς εὐδαιμονίᾳ συνάγουσαν· 19.168ἱκανὴ γὰρ καὶ μία ὥρα τοῖς ἀρετῆς αἰσθανομένοις καὶ μετʼ αὐτοτελοῦς τῆς διανοίας ἐν αὐτοδίκῳ τῇ πατρίδι καὶ μετὰ νόμων, οἷς ποτε ἤνθησε, διαιτωμένῃ βιωθεῖσα. 19.169ἐμοὶ δὲ τῆς μὲν πρότερον ἐλευθερίας ἀμνημονεῖν ἔστι διὰ τὸ κατόπιν αὐτῆς γεγονέναι, τῆς δὲ νῦν ἀπλήστως πιμπλαμένῳ μακαριστούς τε ἡγεῖσθαι τοὺς ἐγγενηθέντας καὶ ἐντραφέντας αὐτῇ καὶ τῶν θεῶν οὐδὲν μειόνως ἀξίους τιμῆς τούσδε τοὺς ἄνδρας, οἳ ὀψὲ γοῦν κἀν τούτῳ τῆς ἡλικίας ἡμᾶς γεύσαντας αὐτῆς. 19.170καὶ εἴη μὲν εἰς πᾶν τοῦ αἰῶνος τὸ ἐπιὸν παραμεῖναι τὴν ἄδειαν αὐτῆς, ἀρκοῦσα δʼ ἂν γένοιτο καὶ ἥδε ἡμέρα τοῖς τε νεωτέροις ἡμῶν καὶ ὅσοι γεγηράκαμεν αἰὼν ὑπείληπται, τοῖς πρεσβυτέροις δόντων ἀγαθῶν αὐτῆς ἐν ὁμιλίᾳ γεγονότες μετασταῖεν, τοῖς δὲ 19.171νεωτέροις παίδευμα ἀρετῆς καταστάσεως ἀγαθὸν ἀνδράσι τοῖσδε ἀφʼ ὧν γεγόναμεν, νῦν δὲ ἤδη καὶ ἡμῖν διὰ τὴν ἄρτι ὥραν οὐδὲν προυργιαίτερον εἴη τοῦ ζῆν μετὰ ἀρετῆς, μόνη ἐκφροντίζει τῷ ἀνθρωπείῳ τὸ ἐλεύθερον· 19.172ἐγὼ γὰρ τὰ παλαιὰ οἶδα ἀκοῇ παραλαβών, οἷς δὲ ὄψει ὁμιλήσας ᾐσθόμην, οἵων κακῶν τὰς πολιτείας ἀναπιμπλᾶσιν αἱ τυραννίδες, κωλύουσαι μὲν πᾶσαν ἀρετὴν καὶ τοῦ μεγαλόφρονος ἀφαιρούμεναι τὸ ἐλεύθερον, κολακείας δὲ καὶ φόβου διδάσκαλοι καθιστάμεναι διὰ τὸ μὴ ἐπὶ σοφίᾳ τῶν νόμων, ἀλλʼ ἐπὶ τῇ ὀργῇ τῶν ἐφεστηκότων καταλιπεῖν τὰ πράγματα. 19.173ἀφʼ οὗ γὰρ Ἰούλιος Καῖσαρ φρονήσας ἐπὶ καταλύσει τῆς δημοκρατίας καὶ διαβιασάμενος τὸν κόσμον τῶν νόμων τὴν πολιτείαν συνετάραξεν, κρείσσων μὲν τοῦ δικαίου γενόμενος, ἥσσων δὲ τοῦ κατʼ ἰδίαν ἡδονὴν αὐτῷ κομιοῦντος, οὐκ ἔστιν τι τῶν κακῶν οὐ διέτριψεν τὴν πόλιν, 19.174φιλοτιμηθέντων πρὸς ἀλλήλους ἁπάντων, οἳ ἐκείνῳ διάδοχοι τῆς ἀρχῆς κατέστησαν, ἐπʼ ἀφανισμῷ τοῦ πατρίου καὶ ὡς ἂν μάλιστα τῶν πολιτῶν ἐρημίαν τοῦ γενναίου καταλείποιεν, διὰ τὸ οἴεσθαι πρὸς ἀσφαλείας εἶναι τῆς αὐτῶν τὸ κιβδήλοις ἀνδράσιν ὁμιλεῖν καὶ τῶν ἀρετῇ προύχειν πεπιστευμένων οὐ μόνον ὑφαιρεῖν τι τοῦ αὐχήματος, ἀλλʼ εἰς τὸ πᾶν ἐπιφημίζειν αὐτῷ τοῖς ὀλέθροις 19.175τῶν ἁπάντων ἀριθμῷ τε πολλῶν ὄντων καὶ βαρύτητα ἀνύποιστον ἐπιδειξαμένων καθʼ ἕκαστος ἦρξεν εἷς ὢν Γάιος σήμερον τεθνεὼς πλέω τε τῶν πάντων δεινὰ ἀπεδείξατο οὐ μόνον εἰς τοὺς συμπολίτας, ἀλλὰ καὶ εἰς τοὺς συγγενεῖς καὶ φίλους ἀπαίδευτον τὴν ὀργὴν ἐπαφιείς, ὁμοίως τοῖς ἅπασι καὶ μείζω κακὰ ἐντριβόμενος ἀδίκως τὴν τιμωρίαν εἰσπράσσεσθαι, ὠργικότων ὁμοίως εἴς τε ἀνθρώπους ἐξαγριώσας καὶ τοὺς θεούς. 19.176τυραννίδι γὰρ οὐ κερδαίνεται τὸ ἡδὺ οὐδὲ μεθʼ ὕβρεως ἀποχρῆται, οὐκ εἰς τὰ χρήματα λελυπῆσθαι καὶ γαμετάς, ἀλλὰ τὸ πᾶν κέρδος ἐκ τοῦ πανοικεσίᾳ διοχλουμένου τῶν ἐχθρῶν. 19.177ἐχθρὸν δὲ τυραννίδι πᾶν τὸ ἐλεύθερον, εἰς εὔνοιάν τε ἐκκαλεῖσθαι αὐτὴν καὶ τοῖς ἐν ὀλίγῳ τιθεμένοις ὁπόσα πεπόνθοιεν οὐκ ἔστιν. ἐξεπιστάμενοι γὰρ ὧν ἀναπλήσειαν κακῶν ἔστιν οὓς κἀκεῖνοι μεγαλοφρόνως καταφρονημάτων τε πρὸς τὴν τύχην, αὐτοὶ λανθάνειν αὐτοὺς ὧν πράξειαν μὴ δυνάμενοι μόνως πιστεύουσιν κτήσεσθαι τοῦ ὑπόπτου τὸ ἀδεές, εἰ παντελὲς αἱρεῖσθαι δυνηθεῖεν αὐτούς. 19.178τοιούτων δὴ κακῶν ἀπογεγονότες καὶ ὑποτελεῖς ἀλλήλοις καταστάντες, αἵπερ πολιτειῶν ἐχεγγυώταται πρός τε τὸ παρὸν εὔνουν καὶ τὸ αὖθις ἀνεπιβούλευτον καὶ τὸ δόξαν οἰκείαν τῷ ὀρθουμένῳ τῆς πόλεως δίκαιοί τε προνοῆσαι διὰ τὸ εἰς κοινὸν αὐτοῦ τὴν ὠφέλειαν ἀπαντᾶν καὶ ἀνταποφήνασθαι γνώμην, 19.179οἷς μὴ ἀρέσκοιτο τὰ προεισηγημένα, οὐδαμῶς εἰς κίνδυνον φέρον, διὰ τὸ μὴ δεσπότην εἶναι τὸν ἐφεστηκότα, ἀνεύθυνόν τε βλάπτοντι τὴν πόλιν καὶ αὐτοκράτορι μεταστήσασθαι τοὺς εἰρηκότας. 19.180καὶ τέτροφε τὴν τυραννίδα οὐδὲν νεώτερον πλὴν τε ἀργία καὶ τὸ πρὸς οὐδὲν τῶν ἐκείνῃ θελομένων ἀντιλογίᾳ χρώμενον· 19.181τῆς γὰρ εἰρήνης τοῦ τερπνοῦ ἡσσώμενοι καὶ μεμαθηκότες ἀνδραπόδων ἐν τρόπῳ ζῆν ὁπόσοι τε ἐπαΐομεν συμφορὰς ἀνηκέστους κακοῖς τε τοῖς πέλας ἐπείδομεν φόβῳ τοῦ μετʼ ἀρετῆς τελευτᾶν μετὰ αἰσχύνης τῆς ὑστάτης ὑπομένοντες τὰς τελευτάς. 19.182πρῶτον δὲ τοῖς ἀραμένοις τὸν τύραννον τιμὰς αἵτινες μέγισται ταύτας εἰσενεγκεῖν, μάλιστα δὲ Χαιρέᾳ τῷ Κασσίῳ· σὺν γὰρ τοῖς θεοῖς εἷς ἀνὴρ οὗτος ποριστὴς ἡμῖν καὶ γνώμῃ καὶ χερσὶ τῆς ἐλευθερίας πέφηνεν. 19.183οὗ καλὸν μὴ ἀμνημονεῖν, ἀλλʼ ἐπὶ τῆς τυραννίδος ὑπὲρ ἐλευθερίας τῆς ἡμετέρας προβεβουλευκότος τε ἅμα καὶ προκεκινδυνευκότος, ἐπὶ τῆς ἐλευθερίας ψηφίσασθαι τὰς τιμὰς πρῶτόν τε ἀνεπιτάκτους τοῦτο ἂν ἀποφήνασθαι. 19.184ἔργον δὲ κάλλιστον καὶ ἐλευθέροις ἀνδράσι πρέπον ἀμείβεσθαι τοὺς εὐεργέτας, οἷος δὴ καὶ ἀνὴρ οὗτος περὶ ἡμᾶς πάντας γέγονεν οὐδὲν παραπλήσιος Κασσίῳ καὶ Βρούτῳ τοῖς Γάιον Ἰούλιον ἀνῃρηκόσιν, ἐπεί γε οἱ μὲν στάσεως καὶ πολέμων ἐμφυλίων ἀρχὰς ἐπανερρίπισαν τῇ πόλει, οὗτος δὲ μετὰ τῆς τυραννοκτονίας καὶ τῶν ἐντεῦθεν δεινῶν ἀπήλλαξεν τὴν πόλιν.” 19.185

Σέντιος μὲν τοιούτοις ἐχρῆτο τοῖς λόγοις καὶ τῶν βουλευτῶν ἡδονῇ δεχομένων καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν. ἀναπηδήσας δέ τις Τρεβέλλιος Μάξιμος περιαιρεῖται τὸν δακτύλιον τοῦ Σεντίου, λίθος δὲ εἰκόνα Γαΐου ἐγγεγλυμμένος ἐδεσμεύετο αὐτῷ, καὶ σπουδῇ τῶν λεγομένων καὶ ὧν ἐπενόει πράξειν, ὅπερ ᾤετο, ἐν λήθῃ γεγονότι καὶ μὲν γλυφὴ κατάγνυται. 19.186προεληλύθει δὲ νὺξ ἐπὶ μέγα, καὶ Χαιρέας δὲ σημεῖον ᾔτει τοὺς ὑπάτους, οἱ δὲ ἐλευθερίαν ἔδοσαν. ἐν θαύματι δὲ ἦν αὐτοῖς καὶ ὅμοια ἀπιστίᾳ τὰ δρώμενα· 19.187ἔτει γὰρ ἑκατοστῷ, μεθʼ τὴν δημοκρατίαν τὸ πρῶτον ἀφῃρέθησαν, ἐπὶ τοὺς ὑπάτους σημείου παράδοσις· οὗτοι γὰρ πρότερον τυραννηθῆναι τὴν πόλιν κύριοι τῶν στρατιωτικῶν ἦσαν. 19.188Χαιρέας δὲ τὸ σημεῖον λαβὼν παρεδίδου τῶν στρατιωτῶν τοῖς πρὸς τὴν σύγκλητον συνεστηκόσιν. ἦσαν δὲ εἰς σπείρας τέσσαρας, οἷς τὸ ἀβασίλευτον τιμιώτερον τῆς τυραννίδος προύκειτο. 19.189καὶ οἵδε μὲν ἀπῄεσαν μετὰ τῶν χιλιάρχων, ἀνεχώρει δὲ ἤδη καὶ δῆμος περιχαρὴς καὶ ἐλπίδος καὶ φρονήματος ἐπὶ τῷ κτησαμένῳ τὴν ἡγεμονίαν αὐτοῖς, οὐκέτι ἐπὶ τῷ ἐφεστηκότι. καὶ τὰ πάντα ἦν Χαιρέας αὐτοῖς. 19.190

Χαιρέας δὲ ἐν δεινῷ τιθέμενος περιεῖναι τὴν θυγατέρα Γαΐου καὶ τὴν γυναῖκα, ἀλλὰ μὴ πανοικὶ τὸν ὄλεθρον αὐτῷ συντυχεῖν, ἐπεὶ καὶ πᾶν τι ὑπολείποιτο αὐτῶν ἐπʼ ὀλέθρῳ τῆς πόλεως λειφθήσεσθαι καὶ τῶν νόμων, ἄλλως τε πρόθεσιν ἐσπουδακὼς τελειώσασθαι τὴν αὐτοῦ καὶ πάνυ εὐφρᾶναι μῖσος τὸ πρὸς Γάιον, Ἰούλιον ἐκπέμπει Λοῦππον ἕνα τῶν χιλιάρχων κτενοῦντα τήν τε γυναῖκα Γαΐου καὶ τὴν θυγατέρα. 19.191Κλήμεντος δʼ ὄντι συγγενεῖ τῷ Λούππῳ τὴν ἐπὶ τοιοῖσδε προύθεσαν λειτουργίαν, ὅπως μετασχὼν κἂν ἐπὶ τοιούτοις τῆς τυραννοκτονίας ἀγάλλοιτο ἀρετῇ πρὸς τῶν πολιτικῶν, ὡς καὶ τοῦ παντὸς ἐπιβουλεύματος δόξειε κοινωνεῖν τὸ πρῶτον συνθεμένων. 19.192ἐνίοις δὲ τῶν συνωμοτῶν καὶ ὠμὸν ἐδόκει τὸ ἐπὶ τῇ γυναικὶ θράσει χρησόμενον αὐτῷ διὰ τὸ Γάιον φύσει τῇ αὐτοῦ χρώμενον συμβουλῇ τῇ ἐκείνης τὰ πάντα πρᾶξαι, ἐξ ὧν τε πόλις ἀπηγορεύκει τοῖς κατειληφόσι κακοῖς καὶ τῶν πολιτῶν τι καὶ ἄνθος ἦν ἀπώλετο. 19.193οἱ δὲ καὶ τῶν μὲν ἐπὶ τοιούτοις ἐνεκάλουν αὐτῇ γνώμην τὸ δὲ πᾶν καὶ τῶν ὑπὸ Γαΐου πεπραγμένων κακῶν ἐκείνῃ τὴν αἰτίαν ἐπέφερον φάρμακον τῷ Γαΐῳ δοῦσαν ἐννοιῶν δούλωσιν καὶ ἐρώτων ἐπαγωγὰς αὐτῇ ψηφιούμενον, εἰς μανίαν μεταστάντος τὰ πάντα αὐτὴν εἶναι τὴν νεναυπηγημένην ἐπὶ ταῖς Ῥωμαίων τύχαις καὶ τῆς ὑποτελούσης αὐτοῖς οἰκουμένης. 19.194καὶ πέρας κυρωθὲν ὥστε αὐτὴν τελευτᾶν, οὐδὲν γὰρ οἱ ἀποσπεύδοντες οἷοί τε ὠφελεῖν ἦσαν, ἐστέλλετο Λοῦππος· ἐβραδύνετο δὲ οὐδὲν μελλήσει τῇ κατʼ αὐτόν, ὥστε μὴ οὐκ εἰς καιρὸν δεδιακονῆσθαι τοῖς ἀπεσταλκόσιν, θέλων ἐπʼ οὐδαμοῖς μεμπτὸς εἶναι τῶν ἐπʼ ὠφελείᾳ τοῦ δήμου πεποιημένων. 19.195παρελθὼν δὲ ἐπὶ τοῦ βασιλείου λαμβάνει τὴν Καισωνίαν, γυνὴ δʼ ἦν τοῦ Γαΐου, παρακατακειμένην τῷ σώματι τοῦ ἀνδρὸς χαμαιπετεῖ καὶ πάντων ἐν ἀτυχίᾳ ὧν χαρίζοιτʼ ἂν νόμος τοῖς μεταστᾶσιν, αἵματί τε ἀναπεφυρμένην ἐκ τῶν τραυμάτων καὶ πολλῇ τῇ ταλαιπωρίᾳ συμφερομένην τῆς θυγατρὸς παρερριμμένης· ἠκούετό τε ἐν τοῖς τοιοῖσδε οὐδὲν ἕτερον κατάμεμψις τοῦ Γαΐου, ὡς πιθανὴν οὐ σχόντος πολλάκις προηγορευκυῖαν αὐτήν. 19.196ἐπʼ ἀμφότερα δὲ οὗτος λόγος καὶ τότε εἰκάζετο καὶ νῦν ἐφʼ ὁμοίοις πρόκειται τῇ διανοίᾳ τῶν ἀκροατῶν πρὸς τι θελήσειαν ῥοπὰς τὰς αὐτοῦ προστιθέμενοι. οἱ μὲν γὰρ ἀποσημαίνειν ἔφασαν τὸν λόγον, ὡς συμβουλευομένης ἀποστάντα μανιῶν καὶ τοῦ εἰς τοὺς πολίτας ὠμοῦ μετρίως καὶ μετʼ ἀρετῆς ἐξηγεῖσθαι τῶν πραγμάτων, καὶ παρʼ αὐτὸν ἀπολέσθαι τρόπῳ τῷ αὐτοῦ χρώμενον. 19.197οἱ δέ, ὡς λόγου τοῦ περὶ τῶν συνωμοτῶν ἐπιφοιτήσαντος Γαΐῳ κελεύσειεν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος πάντας μεταχειρισάμενον αὐτούς, κἂν εἰ μηδὲν ἀδικοῖεν, ἐν ἀδεεῖ κινδύνων καταστῆναι, καὶ τοῦτʼ εἶναι τὸ ἐπονειδιζόμενον, ὡς προηγορευκυίας διαπράξασθαι μαλακῷ γεγονότι. 19.198καὶ τὰ μὲν λεχθέντα ὑπὸ τῆς Καισωνίας καὶ ὁποῖα οἱ ἄνθρωποι περὶ αὐτῆς ἐφρόνουν ταῦτα ἦν. δὲ ἐπεὶ θεᾶται τὴν πρόσοδον τοῦ Λούππου τό τε σῶμα τοῦ Γαΐου προυδείκνυεν καὶ ἆσσον ἰέναι παρεκάλει μετʼ ὀλοφυρμοῦ καὶ δακρύων. 19.199ἐπεὶ δὲ τῇ διανοίᾳ συνεστηκότα ἑώρα τὸν Λοῦππον, καὶ μηδὲν προσιόντα ὡς ἐπὶ πρᾶξιν οὐκ αὐτῷ κεχαρισμένην, γνωρίσασα ἐφʼ τι ἐχώρει τήν τε σφαγὴν ἐγύμνου καὶ πάνυ προθύμως ποτνιωμένη ὁποῖα εἰκὸς τοὺς οὕτω σαφῶς ἐν ἀπογνώσει τοῦ ζῆν γεγονότας καὶ κελεύουσα μὴ μέλλειν ἐπὶ τελειώσει τοῦ δράματος οὗ ἐπʼ αὐτοῖς συνέθεσαν. 19.200καὶ ἥδε μὲν εὐψύχως ταύτῃ τελευτᾷ ὑπὸ τοῦ Λούππου καὶ ἐπʼ αὐτῇ τὸ θυγάτριον. καὶ Λοῦππος ταῦτα προαπαγγέλλων ἔσπευδεν τοῖς περὶ τὸν Χαιρέαν. 19.201

Γάιος μὲν δὴ τέταρτον ἐνιαυτὸν ἡγεμονεύσας Ῥωμαίων λείποντα τεσσάρων μηνῶν οὕτως τελευτᾷ, ἀνὴρ καὶ πρότερον τῇ ἀρχῇ συνῆλθεν σκαιός τε καὶ κακοτροπίας εἰς τὸ ἄκρον ἀφιγμένος, ἡδονῇ τε ἡσσώμενος καὶ φίλος διαβολῇ, καὶ τὰ μὲν φοβερὰ καταπεπληγμένος καὶ διὰ τοῦτο ἐφʼ οἷς θαρσήσειε φονικώτατος, τῆς τε ἐξουσίας ἐφʼ ἑνὶ μόνῳ πιμπλάμενος τῷ ὑβρίζειν, εἰς οὓς ἥκιστα ἐχρῆν ἀλόγῳ μεγαλοψυχίᾳ χρώμενος καὶ ποριστὴς ἐκ τοῦ κτείνειν καὶ παρανομεῖν. 19.202καὶ τοῦ μὲν θείου καὶ νομίμου μείζων ἐσπουδακὼς εἶναί τε καὶ δοκεῖν, ἡσσώμενος δὲ ἐπαίνων τῆς πληθύος καὶ πάντα, ὁπόσα αἰσχρὰ κρίνας νόμος ἐπιτιμᾷ τιμωρίαν, ἐνόμισεν ἀρετῆς. 19.203καὶ φιλίας ἀμνήμων, εἰ καὶ πλείστη τε καὶ διὰ μεγίστων γένοιτο, οἷς τότε ὀργισθείη ἐκπλήξει κολάσεως καὶ ἐλαχίσταις, πολέμιον δὲ ἡγούμενος πᾶν τὸ ἀρετῇ συνερχόμενον, ἀναντίλεκτον ἐπὶ πᾶσιν οἷς κελεύσειε τὴν ἐπιθυμίαν λαμβάνων· 19.204ὅθεν καὶ ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο σφοδρότερον τὸ μῖσος διὰ τὸ πολλοῦ χρόνου μὴ ἱστορημένον εἴς τε ἀπιστίαν καὶ ἔχθραν τὴν πρὸς τὸν πράξαντα παρακαλεῖν. 19.205ἔργον δὲ μέγα βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον εἴποι ἄν τις ἐπʼ ὠφελείᾳ τῶν συνόντων καὶ αὖθις ἀνθρώπων ἐσομένων, πλήν γε τοῦ περὶ Ῥήγιον καὶ Σικελίαν ἐπινοηθέντος ἐν ὑποδοχῇ τῶν ἀπʼ Αἰγύπτου σιτηγῶν πλοίων· 19.206τοῦτο δὲ ὁμολογουμένως μέγιστόν τε καὶ ὠφελιμώτατον τοῖς πλέουσιν· οὐ μὴν ἐπὶ τέλος γε ἀφίκετο, ἀλλʼ ἡμίεργον ὑπὸ τοῦ ἀμβλυτέρως αὐτῷ ἐπιπονεῖν κατελείφθη. 19.207αἴτιον δʼ ἦν περὶ τὰ ἀχρεῖα σπουδὴ καὶ τὸ δαπανῶντα εἰς ἡδονάς, αἳ καταμόνας ἔμελλον ὠφελεῖν, αὐτῷ ὑφαιρεῖν τῆς ἐπὶ τοῖς κρείσσοσιν ἀνωμολογημένοις φιλοτιμίας. 19.208ἄλλως δὲ ῥήτωρ τε ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαίοις πατρίῳ σφόδρα ἠσκημένος συνίει τʼ ἐκ τοῦ παραχρῆμα καὶ τοῖς ὑφʼ ἑτέρων συντεθεῖσίν τε καὶ ἐκ πλείονος προσυγκειμένοις ἀντειπὼν ἐκ τοῦ ὀξέος φανῆναι πιθανώτερος ἐν μεγίστῳ πράγματι παρʼ ὁντινοῦν γενόμενος, εὐκολίᾳ τε εἰς αὐτὸ τῆς φύσεως καὶ τῷ εἰς ἰσχὺν αὐτῇ προσλαβεῖν μελέτην τοῦ ἐπιπονεῖν. 19.209ἀδελφοῦ γὰρ παιδὸς υἱεῖ γεγονότι Τιβερίου, οὗ καὶ διάδοχος γίνεται, μέγα ἀνάγκασμα παιδείας ἀντέχεσθαι διὰ τὸ καὶ αὐτὸς εἰς τὰ πρῶτα ἐν αὐτῇ κατορθῶν διαπρέπειν, καὶ συνεφιλοκάλει Γάιος συγγενοῦς τε ἀνδρὸς καὶ ἡγεμόνος εἴκων ἐπιστολαῖς ἐπρώτευσέν τε τῶν κατʼ αὐτὸν πολιτῶν. 19.210οὐ μὴν ἀντισχεῖν οἷά τε ἐγένετο αὐτῷ τὰ ἐκ τῆς παιδείας συλλεγέντα ἀγαθὰ πρὸς τὸν ἐπελθόντα ὄλεθρον αὐτῷ ὑπὸ τῆς ἐξουσίας· οὕτως ἄρα δυσπόριστον ἀρετὴ τοῦ σωφρονεῖν, οἷς ἀνυπεύθυνον τὸ πράσσειν ῥᾳστώνῃ πάρεστιν. 19.211φίλοις μὲν κεχρῆσθαι καὶ πάντα ἀξιολόγοις ὑποσπουδασθεὶς τὸ κατʼ ἀρχὰς ὑπό τε παιδείας καὶ δόξης ζήλου τῶν κρειττόνων, μέχρι δὴ τῷ περιόντι τοῦ ὑβρίζειν ἀπαμφίασις εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐχρήσαντο μίσους ὑποφυέντος ὑπʼ αὐτῶν ἐπιβουλευθεὶς τελευτᾷ. 19.212

Κλαύδιος δέ, καθάπερ ἀνώτερον ἔφην, ἀπορρήξεως αὐτῷ τῶν Γαΐου ὁδῶν γενομένης καὶ τοῦ οἴκου θορυβηθέντος πάθει τῆς Καίσαρος τελευτῆς, ἐν ἀμηχάνοις ὢν περὶ τῆς σωτηρίας ἔν τινι στενωπῷ κατειλημμένος ἔκρυπτεν ἑαυτὸν οὐδεμίαν κινδύνων αἰτίαν πλὴν τῆς γενναιότητος ὑφορώμενος· 19.213μέτριον γὰρ ἰδιώτης ὢν ἦγεν αὑτὸν καὶ τοῖς πᾶσιν ἀρκῶν ἦν, παιδείᾳ τε συνιὼν καὶ μάλιστα τῇ Ἑλληνίδι καὶ παντὸς τοῦ εἰς θόρυβον ἀνακειμένου παντοίως ἀπαλλάσσων αὑτόν. 19.214τότε δὲ πτοίας κατειληφυίας τὸν ὄχλον καὶ τοῦ βασιλείου παντὸς στρατιωτικῆς μανίας ἀνάπλεω γεγονότος καὶ δειλίας καὶ ἀταξίας ἰδιωτῶν οἷον ἀπειληφότων σωματοφυλάκων, οἱ περὶ τὸ στρατηγικὸν καλούμενον, ὅπερ ἐστὶ τῆς στρατιᾶς καθαρώτατον, ἐν βουλῇ περὶ τοῖς πρακτέοις ἦσαν, ὅσοι δὲ καὶ παρετύγχανον, τὴν μὲν Γαΐου τιμωρίαν ἐν ὀλίγῳ τιθέμενοι διὰ τὸ κατὰ δίκην αὐτῷ τὰς τύχας συνελθεῖν, 19.215τὰ δὲ περὶ αὐτοὺς ἀνεσκοποῦντο μᾶλλον ὃν τρόπον σχήσοι καλῶς καὶ τῶν Γερμανῶν τε ἐν τιμωρίαις τῶν σφαγέων ὄντων ὠμότητος χάριτι τῆς ἑαυτῶν μᾶλλον τοῦ συμφέροντος τοῖς πᾶσιν. 19.216ὑφʼ ὧν ἁπάντων Κλαύδιος ἐθορυβεῖτο δεδιὼς περὶ τῆς σωτηρίας, ἄλλως τʼ ἐπειδὴ καὶ τῶν περὶ τὸν Ἀσπρήναν ἐτεθέατο τὰς κεφαλὰς παραφερομένας· εἱστήκει δὲ κατά τι προσβατὸν ὀλίγαις βαθμῖσι χωρίον ὑπεσταλκὼς τῷ κατʼ αὐτὸ σκότῳ. 19.217καὶ Γρᾶτος τῶν περὶ τὸ βασίλειόν τις στρατιωτῶν θεασάμενος καὶ τοῦ μὲν ἀκριβωσομένου τὴν ὄψιν ἀμαθὴς ὢν διὰ τὸν σκότον, τοῦ δὲ ἄνθρωπον εἶναι τὸν ὑπολοχῶντα κριτὴς εἶναι μὴ ἀπηλλαγμένος, προσῄει τε ἐγγύτερον καὶ ὑποχωρεῖν ἠξιωκότος ἐπέκειτο καὶ καταλαβὼν ἐπιγνωρίζειΓερμανικὸς μὲν οὗτος, φησὶν πρὸς τοὺς ἑπομένους, καὶ στησώμεθα τοῦτον ἡγεμόνα φερόμενοι.” 19.218 Κλαύδιος δὲ ἐφʼ ἁρπαγῇ παρεσκευασμένους ὁρῶν καὶ δείσας, μὴ κατὰ φωνὴν ἀποθάνοι τὴν Γαΐου, φειδὼ σχεῖν ἠξίου τοῦ κατʼ αὐτὸν ἀνεπαχθοῦς ἀνάμνησιν αὐτοῖς ὑποτιθεὶς καὶ τοῦ ἀπρομηθοῦς τῶν γεγονότων. 19.219καὶ Γρᾶτος μειδιάσας ἐπισπᾶται τῆς δεξιᾶς, καίπαῦσαι, φησίν, μικρολογούμενος περὶ τῆς σωτηρίας δέον σε μεγαλοφρονεῖσθαι περὶ τῆς ἡγεμονίας, ἣν οἱ θεοὶ Γάιον ἀφῃρημένοι τῇ σῇ συνεχώρησαν ἀρετῇ πρόνοιαν τῆς οἰκουμένης λαβόντες. 19.220ἀλλʼ ἴθι καὶ τῶν προγόνων ἀπολάμβανε τὸν θρόνον.” ἀνεβάσταζέν τε αὐτὸν οὐ πάνυ τοῖς ποσὶ βαίνειν δυνάμενον ὑπό τε φόβου καὶ χάρματος τῶν εἰρημένων. 19.221

Συνεστρέφοντο δὲ περὶ τὸν Γρᾶτον ἤδη καὶ πλείους τῶν σωματοφυλάκων καὶ θεωροῦντες τὸν Κλαύδιον ἀγόμενον δόξῃ τοῦ ἐπὶ κόλασιν ἕλκεσθαι τῶν ἐπὶ τοιοῖσδε ζημιῶν ὡς ἄνδρα ἀπράγμονα διὰ βίου τοῦ παντὸς καὶ κινδύνοις οὔτι μετρίως ἐπὶ τῆς Γαΐου ἀρχῆς ὡμιληκότα, τινὲς δὲ καὶ αὐτῶν τοῖς ὑπάτοις ἐντρέπειν κρίσιν ἠξίουν τὴν περὶ αὐτόν. 19.222καὶ πλειόνων τοῦ στρατιωτικοῦ συστρεφομένων φυγαί τε ἦσαν τοῦ ὁμίλου καὶ προόδων ἀπορία τῷ Κλαυδίῳ διʼ ἀσθένειαν τοῦ σώματος, ἐπεὶ καὶ οἱ τὸ φορεῖον αὐτοῦ φέροντες περὶ τὴν ἁρπαγὴν αὐτοῦ παραγενομένης φυγῆς ἔσωζον αὑτοὺς ἀπʼ ἐλπίδος θέμενοι τὴν σωτηρίαν τοῦ δεσπότου. 19.223ἐν εὐρυχωρίᾳ δὲ τοῦ Παλατίου γενομένοις, πρῶτον δὲ οἰκηθῆναι τῆς Ῥωμαίων πόλεως τοῦτο παραδίδωσιν περὶ αὐτῆς λόγος, καὶ ἤδη τοῦ δημοσίου ἀντιλαμβανομένοις πολὺ πλείων ἐπιφοίτησις ἦν τῶν στρατιωτῶν χαρᾷ τὴν ὄψιν δεχομένοις τοῦ Κλαυδίου, περὶ πλείστου τε ἦν αὐτοῖς αὐτοκράτορα στήσασθαι τὸν ἄνθρωπον εὐνοίᾳ τε τῇ Γερμανικοῦ, ἀδελφὸς δὲ ἦν αὐτοῦ ἐπὶ μέγα πᾶσιν τοῖς ὡμιληκόσιν καταλελοιπὼς κλέος τὸ αὐτοῦ. 19.224ἀναλογισμός τε αὐτοὺς εἰσῄει τῆς τε πλεονεξίας τῶν ἐν τῇ συγκλήτῳ δυναστευόντων καὶ ὁπόσα ἐπὶ τῆς πρὶν ἀρχῆς ἡμάρτητο αὐτῇ. 19.225πρὸς δὲ καὶ τὸ ἀμήχανον τοῦ πράγματος κατενόουν, καὶ πάλιν εἰς ἑνὸς ἀρχὴν μεθισταμένων τῶν ὅλων κινδύνους αὐτοῖς φέρειν διʼ ἑνὸς κτησαμένου τὴν ἀρχὴν μεθισταμένων τῶν ὅλων παρʼ ὃν ἐπιχωρήσει καὶ εὐνοίᾳ τῇ αὐτῶν λαβόντα Κλαύδιον μνημονεύσεις τε χάριτος αὐτοῖς ἀποδιδόντα τιμήν, ἐπὶ τοιούτοις γένοιτʼ ἂν ἀρκοῦσα. 19.226

Ταῦτα πρός τε ἀλλήλους καὶ διʼ ἑαυτοὺς διεξῄεσαν καὶ τοῖς ἀεὶ προσπίπτουσιν διηγοῦντο. οἱ δὲ πυνθανόμενοι προθύμως ἐδέχοντο τὴν πρόκλησιν, συμφράξαντές τε καὶ περικλάσαντες ἦγον ἐπὶ τοῦ στρατοπέδου φοράδην ἀναβαστάσαντες, ὡς μὴ ἐμποδίζοιτο αὐτοῖς ἔπειξις. 19.227διειστήκεσαν δὲ αἱ γνῶμαι τοῦ δήμου καὶ τῶν ἐκ τῆς βουλῆς· οἱ μὲν ἀξιώματός τε τοῦ πρότερον ὀρεγόμενοι καὶ δουλείαν ἔπακτον αὐτοῖς ὕβρει τῶν τυράννων γενομένην φιλοτιμούμενοι διαδιδράσκειν χρόνῳ παρασχόν, 19.228 δὲ δῆμος φθόνῳ τε πρὸς ἐκείνην καθιστάμενος καὶ τῶν πλεονεξιῶν αὐτῆς ἐπιστόμισμα τοὺς αὐτοκράτορας εἰδὼς καὶ αὐτοῦ καταφυγὴν ἔχαιρεν Κλαυδίου τῇ ἁρπαγῇ στάσιν τε ἔμφυλον, ὁποία καὶ ἐπὶ Πομπηίου γένοιτο, ἀπαλλάξειν αὐτῶν ὑπελάμβανον τοῦτον αὐτοκράτορα καθισταμένου. 19.229γνοῦσα δʼ βουλὴ τὸν Κλαύδιον ὑπὸ τῶν στρατιωτῶν ἀφιγμένον εἰς τὸ στρατόπεδον πέμπει πρὸς ἐκεῖνον ἄνδρας ἀρετῇ τοὺς ἐξ αὐτῶν, οἳ διδάξειαν μὴ δεῖν ἐπὶ καθέξει τῆς ἀρχῆς βιάζεσθαι, 19.230παραχωρεῖν δὲ τῇ συγκλήτῳ τοσῶνδε ἀνδρῶν ἕνα ὄντα ἡσσώμενον καὶ τῷ νόμῳ παραχωροῦντα τοῦ ἐπὶ τοῖς κοινοῖς κόσμου τὴν πρόνοιαν, μνημονεύοντα ὧν οἱ πρότεροι τύραννοι κακώσειαν τὴν πόλιν καὶ ὧν ὑπὸ Γαΐου καὶ αὐτὸς κινδυνεύσειεν σὺν αὐτοῖς, μηδὲ μισήσαντα τὴν βαρύτητα τῆς τυραννίδος ὑφʼ ἑτέρων πρασσομένης τῆς ὕβρεως αὐτὸν ἐθελουσίως ἐπὶ παροινίᾳ θαρσεῖν τῆς πατρίδος. 19.231καὶ πειθομένῳ μὲν τοῦ πρότερον ἀπράγμονος τὴν ἀρετὴν ἐπιδεικνυμένῳ βέβαιον τιμάς τε ὑπάρξειν, αἳ ὑπὸ ἐλευθέρων ψηφισθεῖεν τῶν πολιτῶν, καὶ ἐπιχωρήσει τοῦ νόμου τὸ μέρος ἄρχοντά τε καὶ ἀρχόμενον κερδανεῖν ἔπαινον ἀρετῆς. 19.232εἰ δὲ ἀπονοοῖτο μηδὲν ἐκ τῆς Γαΐου τελευτῆς σωφρονιζόμενος οὔτι γε αὐτοὶ ἐπιτρέψειν τῆς τε γὰρ στρατιᾶς πολὺ εἶναι τὸ συνεστηκὸς αὐτοῖς ὅπλων τε εὐπορίαν καὶ πληθὺν οἰκετῶν, οἳ χρήσαιντο αὐτοῖς. 19.233μέγα δὲ μέρος τήν τε ἐλπίδα εἶναι καὶ τὴν τύχην, τούς τε θεοὺς οὐκ ἄλλοις συμμαχεῖν, ἀλλὰ τοῖς μετʼ ἀρετῆς καὶ τοῦ καλοῦ τοὺς ἀγῶνας ποιουμένοις. εἶναι δὲ τούτους, οἳ ἂν περὶ ἐλευθερίας μάχωνται τῆς πατρίδος. 19.234

Καὶ οἱ μὲν πρεσβευταὶ Οὐηράνιός τε καὶ Βρόγχος, δήμαρχοι δὲ ἦσαν ἀμφότεροι, τοῖσδε ἐχρῶντο τοῖς λόγοις καὶ καθικέτευον τοῖς γόνασιν αὐτοῦ προσπεσόντες μηδαμῶς πολέμοις καὶ κακοῖς ἐμβαλεῖν τὴν πόλιν, θεωροῦντες στρατιᾶς πληθύι τὸν Κλαύδιον πεφραγμένον καὶ τὸ μηδὲν τοὺς ὑπάτους ὄντας συγκρίσει τῇ πρὸς αὐτόν. 19.235εἴ τε τῆς ἀρχῆς ὀρέγοιτο, παρὰ τῆς βουλῆς δέχεσθαι διδομένην· αἰσιώτερον γὰρ καὶ εὐδαιμονέστερον χρῆσθαι τὸν μὴ μετὰ ὕβρεως ἀλλʼ εὐνοίᾳ τῶν διδόντων παραλαμβάνοντα. 19.236

Κλαύδιος δέ, ἠπίστατο γὰρ μεθʼ οἵας αὐθαδείας ἀποσταλεῖεν, καὶ πρὸς τὸ παρὸν γνώμῃ τῇ αὐτῶν ἐπὶ τὸ μετριώτερον τρεπόμενος, οὐ μὴν ἀλλὰ καὶ τῷ περὶ αὐτοὺς φόβῳ διαναστὰς ἅμα μὲν θάρσει τῶν στρατιωτῶν ἅμα δὲ Ἀγρίππου τοῦ βασιλέως κελεύοντος μὴ προέσθαι τῶν χειρῶν τηλικαύτην ἀρχὴν ἥκουσαν αὐτόματον. 19.237πράξας μὲν καὶ περὶ Γάιον οἷον εἰκὸς ἄνδρα ὑπʼ αὐτοῦ διὰ τιμῆς ἠγμένον, καὶ γὰρ τὸν νεκρὸν περιέσπεν τοῦ Γαΐου καὶ ἀναθέμενος ἐπὶ κλίνης καὶ περιστείλας ἐκ τῶν ἐνδεχομένων εἰς τοὺς σωματοφύλακας ὑπεχώρει, ζῆν μὲν τὸν Γάιον ἀπαγγέλλων κακοπαθοῦντί γε ὑπὸ τραυμάτων ἰατροὺς μετέσεσθαι λέγων· 19.238πυθόμενος δὲ τοῦ Κλαυδίου τὴν ὑπὸ τῶν στρατιωτῶν ἁρπαγὴν ὠθεῖτο πρὸς αὐτὸν καὶ καταλαβὼν τεταραγμένον καὶ οἷόν τε ἐκχωρεῖν τῇ συγκλήτῳ ἀνήγειρεν ἀντιλαμβάνεσθαι κελεύων τῆς ἡγεμονίας. 19.239ταῦτα δὲ πρὸς τὸν Κλαύδιον εἰπὼν προσεχώρει πρὸς αὐτόν, καὶ μετακαλούσης αὐτὸν τῆς βουλῆς χρισάμενος μύροις τὴν κεφαλὴν ὡς ἀπὸ συνουσίας γινομένης ἀναλύσεως αὐτῷ παρῆν καὶ ἤρετο τοὺς βουλευτάς, τί πέπραχε Κλαύδιος. 19.240τῶν δὲ τὰ ὄντα φαμένων καὶ προσανερομένων, ἥντινα γνώμην ἔχοι περὶ τοῖς ὅλοις, τελευτᾶν μὲν ὑπὲρ τοῦ κατʼ ἐκείνην εὐκλεοῦς ἕτοιμος ἦν τοῖς λόγοις, σκοπεῖν δὲ ἐκέλευε περὶ τῷ συμφέροντι πᾶν τι καὶ εἰς ἡδονὴν φέροι ὑπεξελομένους· 19.241χρείαν γὰρ εἶναι τοῖς ἀρχῆς μεταποιουμένοις καὶ ὅπλων καὶ στρατιωτῶν, οἳ φράξαιντο αὐτοῖς, μὴ καὶ ἀπαράσκευοι καταστάντες εἰς τάδε σφαλεῖεν. 19.242ἀποκριναμένης δὲ τῆς βουλῆς ὅπλων τε εὐπορίαν καὶ χρήματα εἰσοίσειν, καὶ στρατιᾶς τὸ μέν τι αὐτοῖς εἶναι συνεστηκός, τὸ δὲ συγκροτήσειν ἐλευθερώσεως δούλων γενομένης. “εἴη μέν, βουλή, φησὶν Ἀγρίππας ὑποτυχών, πράσσειν ὁπόσα θυμὸς ὑμῖν, λεκτέον δὲ οὐδὲν ἐνδοιάσαντί μοι διὰ τὸ ἐπὶ σωτηρίᾳ φέρειν τὸν λόγον. 19.243ἴστε μὴν στρατόν, ὃς ὑπὲρ Κλαυδίου μαχεῖται, πλήθει χρόνου ὁπλιτεύειν μεμελετηκότα, τὰ δʼ ἡμέτερα, συγκλύδων ἀνθρώπων πλῆθος δʼ ἔσται καὶ τῶν παρὰ δόξαν τῆς δουλείας ἀπηλλαγμένων, δυσκράτητα. πρὸς δὲ τεχνίτας μαχούμεθα προαγαγόντες ἄνδρας μηδʼ ὅπως σπάσαι τὰ ξίφη εἰδότας. 19.244ὥστε μοι δοκεῖ πέμπειν ὡς Κλαύδιον πείσοντας κατατίθεσθαι τὴν ἀρχήν, πρεσβεύειν τε ἕτοιμός εἰμι.” 19.245

Καὶ μὲν ταῦτα εἶπεν, καὶ συγκαταθεμένων πεμφθεὶς σὺν ἑτέροις τήν τε ταραχὴν τῆς βουλῆς διηγεῖται καταμόνας πρὸς τὸν Κλαύδιον ἐδίδασκέν τε ἡγεμονικώτερον ἀποκρίνασθαι καὶ τῷ ἀξιώματι τῆς ἐξουσίας χρώμενον. 19.246ἔλεγεν οὖν Κλαύδιος, οὐ θαυμάζειν τὴν βουλὴν ἡδονῇ μὴ φέρουσαν ἄρχεσθαι διὰ τὸ ὠμότητι τετρῦσθαι τῶν πρότερον ἐπὶ τὸ ἡγεμονεύειν καταστάντων, γεύσειν τε αὐτοὺς ἐπιεικείᾳ τῇ καθʼ αὑτὸν μετρίων καιρῶν, ὀνόματι μὲν μόνῳ τῆς ἀρχῆς ἐσομένης, ἔργῳ δὲ κοινῆς πᾶσι προκεισομένης εἰς μέσον. διὰ πολλῶν δὲ καὶ ποικίλων ὡδευκότι πραγμάτων ἐν ὄψει τῇ ἐκείνων καλῶς ἔχειν μὴ ἀπιστεῖν. 19.247καὶ οἱ μὲν πρέσβεις τοιούτων ἀκροάσει λόγων καθομιληθέντες ἐξεπέμποντο. Κλαύδιος δὲ τῷ στρατῷ συλλεχθέντι διελέγετο ὅρκους λαμβάνων μὴν ἐμμενεῖν πίστει τῇ πρὸς αὐτόν, δωρεῖται τοὺς σωματοφύλακας πεντακισχιλίαις δραχμαῖς κατὰ ἕκαστον ἄνδρα, τοῖς τε ἡγεμόσιν αὐτῶν ἀνάλογον τοῦ ἀριθμοῦ καὶ τοῖς ὅποι ποτὲ στρατοπέδοις ὑπισχνεῖτο τὰ ὅμοια. 19.248

Συνεκάλουν δὲ οἱ ὕπατοι τὴν βουλὴν εἰς τὸ ἱερὸν τοῦ νικηφόρου Διός· ἔτι δὲ νὺξ ἦν. τῶν δὲ οἱ μὲν ἐν τῇ πόλει κλέπτοντες ἑαυτοὺς ἐνεδοίαζον πρὸς τὴν ἀκρόασιν, τοῖς δὲ ἐπὶ τῶν ἰδίων ἀγρῶν ἐγεγόνεισαν ἔξοδοι προορωμένοις χωρήσει τὸ πᾶν ἐν ἀπογνώσει τοῦ ἐλευθέρου γεγονότος, καὶ πολὺ κρεῖττον ἐν ἀκινδύνῳ τοῦ δουλεύειν ὑπειληφότες διαβιοῦν ἀργίᾳ τοῦ πονεῖν κτώμενοι τὸ ἀξίωμα τῶν πατέρων περὶ τῆς σωτηρίας ἀμφίβολοι καταστῆναι. 19.249συνελέγησαν δʼ ὅμως ἑκατὸν οὐ πλείους, καὶ διαβουλευομένων περὶ τῶν ἐν χερσὶν αἰφνίδιον αἴρεται βοὴ τοῦ συνεστηκότος αὐτοῖς στρατιωτικοῦ στρατηγὸν αὐτοκράτορα κελευόντων τὴν βουλὴν ἑλέσθαι καὶ μὴ φθείρειν πολυαρχίᾳ τὴν ἡγεμονίαν. 19.250καὶ τὸ μὲν καθʼ ἑαυτοὺς ἀπεφαίνοντο περὶ τοῦ μὴ πᾶσιν, ἀλλʼ ἑνὶ τὴν ἀρχὴν ἐφέσιμον εἶναι, ὁρᾶν δὲ ἐκείνοις ἐπιτρέπειν, ὅστις τοσαύτης προστασίας ἄξιος. ὥστε ἐν ἀνίᾳ τὰ τῶν συγκλητικῶν ἦν πολὺ πλέον διʼ ἁμαρτίαν μὲν τοῦ κατὰ τὴν ἐλευθερίαν αὐχήματος, φόβῳ δὲ τοῦ Κλαυδίου. 19.251οὐ μὴν ἀλλʼ ἦσαν οἱ ἐφιέμενοι γένους τε ἀξιώματι καὶ οἰκειότησιν γάμου· καὶ γὰρ Μινουκιανὸς Μᾶρκον καὶ τὸ καθʼ αὑτὸν γενναιότητι ἀξιόλογον ὄντα καὶ δὴ ἀδελφὴν Γαΐου γεγαμηκότα Ἰουλίαν, πρόθυμός τε ἦν ἀντιποιεῖσθαι τῶν πραγμάτων, κατεῖχον δὲ οἱ ὕπατοι πρόφασιν ἐκ προφάσεως ἀναρτῶντες. 19.252Οὐαλέριον δὲ Ἀσιατικὸν Μινουκιανὸς ἐκ τῶν Γαΐου σφαγέων ἀνεῖχε τοιούτων διανοιῶν. ἐγεγόνει δʼ ἂν φόνος οὔ τινος ἐλάσσων ἐπιχωρηθέντων τῶν ἐπιθυμούντων τῆς ἡγεμονίας, ὥστε ἀντιτάξασθαι Κλαυδίῳ, ἄλλως τε καὶ οἱ μονομάχοι, 19.253πλῆθος δʼ ἦν αὐτῶν ἀξιόλογον, καὶ τῶν στρατιωτῶν οἱ νυκτοφυλακοῦντες ἐπὶ τῆς πόλεως ἐρέται τε ὁπόσοι συνέρρεον εἰς τὸ στρατόπεδον, ὥστε τῶν μετιόντων τὴν ἀρχὴν οἱ μὲν φειδοῖ τῆς πόλεως, οἱ δὲ καὶ φόβῳ τῷ ὑπὲρ αὐτῶν ἀπέστησαν. 19.254

Ὑπὸ δὲ πρώτην ἀρχὴν τῆς ἡμέρας καὶ Χαιρέας καὶ οἱ σὺν αὐτῷ παρελθόντες ἐν ἐπιχειρήσει λόγων ἦσαν πρὸς τοὺς στρατιώτας. τῶν δὲ τὸ πλῆθος ὡς ὁρᾷ παύοντας αὐτοὺς ταῖς χερσὶ καὶ τοῦ εἰπεῖν οἵους τε ἄρχεσθαι, ἀνεθορύβησεν μὴ ἐφιέναι ὥστε εἰπεῖν διὰ τὸ ὡρμῆσθαι πάντας ἐπὶ τῷ μοναρχεῖσθαι, τὸν δὲ ἡγησόμενον ἐκάλουν ὡς οὐκ ἀνεξόμενοι τὰς τριβάς. 19.255τῇ συγκλήτῳ δὲ ἀπορία ἄρχειν τε καὶ ὃν ἀρχθεῖεν ἂν τρόπον οὔτε δεχομένων αὐτοὺς τῶν στρατιωτῶν καὶ τῶν Γαΐου σφαγέων συγχωρεῖν τοῖς στρατιώταις οὐκ ἐφιέντων. 19.256ἐν τοιούτοις δὲ ὄντων Χαιρέας τὴν ὀργὴν οὐκ ἀνασχόμενος πρὸς τὴν αἴτησιν τοῦ αὐτοκράτορος δώσειν ἐπηγγέλλετο στρατηγόν, εἴ τις αὐτῷ σημεῖον παρὰ Εὐτύχου κομίσειεν. 19.257ἦν δὲ Εὔτυχος οὗτος ἡνίοχος τοῦ καλουμένου πρασίνου περισπούδαστος Γαΐῳ, καὶ περὶ τὰς οἰκοδομὰς τῶν στάσεων τοῦ περὶ ἐκεῖνον ἱππικοῦ τὸ στρατιωτικὸν ἐτρίβετο ἀτίμοις ἐργασίαις ἐπικείμενον. 19.258εἰς ἅπερ Χαιρέας ὠνείδιζεν αὐτοὺς καὶ ἕτερα πολλὰ τοιαῦτα, τήν τε κεφαλὴν κομιεῖν τοῦ Κλαυδίου· δεινὸν γάρ, εἰ μετὰ μανίαν παραφροσύνῃ δώσουσι τὴν ἡγεμονίαν. 19.259οὐ μὴν διετράπησάν γε ὑπὸ τῶν λόγων, ἀλλὰ σπασάμενοι τὰς μαχαίρας καὶ τὰ σημεῖα ἀράμενοι ᾤχοντο ὡς τὸν Κλαύδιον κοινωνήσοντες τοῖς ὀμνύουσιν αὐτῷ. κατελείπετο δὲ τε σύγκλητος ἐπʼ ἐρημίας τῶν ἀμυνούντων καὶ οἱ ὕπατοι μηδὲν ἰδιωτῶν διαφέροντες. 19.260ἔκπληξίς τε καὶ κατήφεια ἦν, οὐδʼ ὅτι χρήσαιντο αὐτοῖς τῶν ἀνθρώπων εἰδότων διὰ τὸ ἀνηρεθίσθαι τὸν Κλαύδιον ἐπʼ αὐτοῖς, ἀλλήλοις τε ἐλοιδοροῦντο, καὶ μετάμελος ἦν αὐτοῖς. 19.261καὶ Σαβῖνος εἷς τῶν Γαΐου σφαγέων σφάζειν πρότερον αὑτὸν ἠπείλει παρελθὼν εἰς μέσους Κλαύδιον ἄρχοντα στήσεσθαι καὶ δουλοκρατίαν ἐπόψεσθαι καταλαβοῦσαν, τόν τε Χαιρέαν εἰς φιλοψυχίαν ἐπέπλησσεν, εἰ καταφρονήσας Γαΐου πρῶτος ἀγαθὸν ὑπολαμβάνοι τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ οὕτως ἀποδοθῆναι δυναμένης τῇ πατρίδι. 19.262Χαιρέας δὲ περὶ μὲν τοῦ θνήσκειν ἐνδοιαστὸν οὐδὲν φρονεῖν ἔλεγεν, βούλεσθαι μέντοι διακωδωνίζειν διάνοιαν τὴν Κλαυδίου. 19.263

Καὶ οἱ μὲν ἐν τοῖσδε ἦσαν. ἐπὶ δὲ τοῦ στρατοπέδου πανταχόθεν ὠθεῖτο κατὰ θεραπείαν. καὶ τῶν ὑπάτων ἕτερος Κόιντος Πομπώνιος διʼ αἰτίας ἦν τῷ στρατιωτικῷ μᾶλλον ὡς ἐπʼ ἐλευθερίᾳ τὴν σύγκλητον παρακαλῶν, ὥρμησάν τε σπασάμενοι τὰ ξίφη, κἂν ἐπέπρακτο αὐτοῖς μὴ Κλαυδίου διακεκωλυκότος. 19.264παρακαθίζεται δὲ αὐτῷ τὸν ὕπατον ἐξαρπάσας τοῦ κινδύνου, τῶν δὲ συγκλητικῶν ὅσον ἦν σὺν τῷ Κοΐντῳ οὐ μεθʼ ὁμοίας ἐδέχετο τιμῆς· τινὲς δὲ καὶ πληγὰς ἔλαβον αὐτῶν ἀνωθούμενοι τῆς πρὸς αὐτὸν ἐντεύξεως, Ἀπώνιος δὲ τραυματίας ἀνεχώρει, ἦν τε κίνδυνος περὶ πάντας αὐτούς. 19.265καὶ Ἀγρίππας βασιλεὺς προσελθὼν τῷ Κλαυδίῳ ἀξιοῖ τοῖς συγκλητικοῖς ἠπιώτερον καταστῆναι· γενομένου γάρ τινος κακοῦ περὶ τὴν βουλὴν οὐχ ἕξειν ὧν ἄρξειεν ἑτέρων. 19.266πείθεται δὲ Κλαύδιος καὶ συγκαλεῖ τὴν βουλὴν ἐπὶ τοῦ Παλατίου διὰ τῆς πόλεως φερόμενος παραπέμποντος αὐτὸν τοῦ στρατιωτικοῦ σὺν πολλῇ πάνυ κακώσει τῆς πληθύος. 19.267προεξῄεσαν δὲ τῶν Γαΐου σφαγέων εἰς τὸ φανερώτερον Χαιρέας καὶ Σαβῖνος εἰργόμενοι προόδων κατʼ ἐπιστολὰς Πολλίωνος, ὃν μικρῷ πρότερον Κλαύδιος στρατηγὸν ᾕρητο τῶν σωματοφυλάκων. 19.268Κλαύδιος δέ, ἐπείπερ εἰς τὸ Παλάτιον ἀφικνεῖται συναγαγὼν τοὺς ἑταίρους ψῆφον ἀνεδίδου περὶ Χαιρέου. τοῖς δὲ τὸ μὲν ἔργον λαμπρὸν ἐδόκει, ἀπιστίαν δʼ ἐπεκάλουν τῷ πεπραχότι καὶ αὐτῷ τιμωρίαν ἐπιβάλλειν δίκαιον ἡγοῦντο ἐπʼ ἀποτροπῇ τοῦ μέλλοντος χρόνου. 19.269ἀπήγετο οὖν τὴν ἐπὶ θανάτῳ καὶ σὺν αὐτῷ Λοῦππός τε καὶ Ῥωμαίων πλείους. λέγεται δὲ Χαιρέας μεγαλοφρόνως ἐνεγκεῖν τὴν συμφορὰν οὐ μόνον τῷ κατʼ αὐτὸν ἀμεταπτώτῳ τοῦ σχήματος, ἀλλὰ καὶ οἷς ὀνειδίσειεν Λοῦππον εἰς δάκρυα ἐκτετραμμένον. 19.270ἀποτιθεμένου γέ τοι τὴν στολὴν τοῦ Λούππου καὶ τὸ ῥῖγος αἰτιωμένου φησίν, ὡς οὐκ ἂν ἐναντία τοῦ Λούππου ποιήσαιτο πώποτε ῥῖγος. πλήθους τε ἀνθρώπων ἑπομένου κατὰ θέαν, ὡς ἧκεν ἐπὶ τὸ χωρίον, ἤρετο τὸν στρατιώτην, εἰ διὰ μελέτης αὐτῷ γεγόνοιεν αἱ σφαγαὶ εἰ πρῶτον ἔχοι τὸ ξίφος ἐκέλευε κομίζειν Γάιον μεταχειρίσαιτο αὐτός· 19.271θνήσκει δὲ εὐδαιμόνως μιᾶς πληγῆς αὐτῷ γενομένης. Λοῦππος δὲ οὐ πάνυ δεξιῶς ὑπεξῆλθεν ἀθυμίᾳ καὶ πληγῶν πλειόνων γενομένων διὰ τὸ μαλακῶς τὸν τράχηλον παρασχεῖν. 19.272

Ὀλίγαις δὲ ὕστερον ἡμέραις ἐναγισμῶν ἐνεστηκότων Ῥωμαίων τὸ πλῆθος τοῖς αὐτῶν ἐπιφέροντες καὶ Χαιρέαν μοίραις ἐτίμησαν εἰς τὸ πῦρ τιθεμέναις, ἵλεων καὶ ἄμηνιν εἶναι τῆς εἰς αὐτὸν ἀχαριστίας παρακαλοῦντες. καὶ Χαιρέᾳ μὲν τοιαύτη τελευτὴ τοῦ βίου συνέτυχεν. 19.273Σαβῖνος δὲ Κλαυδίου μὴ μόνον τῆς αἰτίας παραλύοντος αὐτὸν ἀλλὰ καὶ τὴν ἀρχὴν ἣν εἶχεν ἐφιέντος, ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν τῆς πρὸς τοὺς συνωμότας πίστεως, σφάζει ἑαυτὸν περιπεσὼν τῷ ξίφει μέχρι δὴ καὶ τὴν κώπην τῷ τραύματι συνελθεῖν. 19.274

Κλαύδιος δὲ τοῦ στρατιωτικοῦ πᾶν τι ἦν ὕποπτον ἐκ τοῦ ὀξέος ἀποσκευασάμενος διάγραμμα προυτίθει τήν τε ἀρχὴν Ἀγρίππα βεβαιῶν, ἣν Γάιος παρέσχε, καὶ διʼ ἐγκωμίων ἄγων τὸν βασιλέα. προσθήκην τε αὐτῷ ποιεῖται πᾶσαν τὴν ὑπὸ Ἡρώδου βασιλευθεῖσαν, ὃς ἦν πάππος αὐτοῦ, Ἰουδαίαν καὶ Σαμάρειαν. 19.275καὶ ταῦτα μὲν ὡς ὀφειλόμενα τῇ οἰκειότητι τοῦ γένους ἀπεδίδου· Ἄβιλαν δὲ τὴν Λυσανίου καὶ ὁπόσα ἐν τῷ Λιβάνῳ ὄρει ἐκ τῶν αὐτοῦ προσετίθει, ὅρκιά τε αὐτῷ τέμνεται πρὸς τὸν Ἀγρίππαν ἐπὶ τῆς ἀγορᾶς μέσης ἐν τῇ Ῥωμαίων πόλει. 19.276Ἀντίοχον δὲ ἣν εἶχεν βασιλείαν ἀφελόμενος Κιλικίας μέρει τινὶ καὶ Κομμαγηνῇ δωρεῖται. λύει δὲ καὶ Ἀλέξανδρον τὸν ἀλαβάρχην φίλον ἀρχαῖον αὐτῷ γεγονότα καὶ Ἀντωνίαν αὐτοῦ ἐπιτροπεύσαντα τὴν μητέρα ὀργῇ τῇ Γαΐου δεδεμένον, καὶ αὐτοῦ υἱὸς Βερενίκην τὴν Ἀγρίππου γαμεῖ θυγατέρα. 19.277καὶ ταύτην μέν, τελευτᾷ γὰρ Μᾶρκος τοῦ Ἀλεξάνδρου υἱὸς παρθένον λαβών, ἀδελφῷ τῷ αὐτοῦ Ἀγρίππας Ἡρώδῃ δίδωσιν Χαλκίδος αὐτῷ τὴν βασιλείαν εἶναι αἰτησάμενος παρὰ Κλαυδίου. 19.278

Στασιάζεται δὲ κατʼ αὐτὸν τὸν χρόνον Ἰουδαίων τὰ πρὸς Ἕλληνας ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως. τελευτήσαντος γὰρ τοῦ Γαΐου τὸ Ἰουδαίων ἔθνος ἐπὶ ἀρχῆς τῆς ἐκείνου τεταπεινωμένον καὶ δεινῶς ὑπὸ τῶν Ἀλεξανδρέων ὑβρισμένον ἀνεθάρσησέ τε καὶ ἐν ὅπλοις εὐθέως ἦν. 19.279καὶ Κλαύδιος ἐπιστέλλει τῷ ἐπαρχοῦντι κατὰ τὴν Αἴγυπτον ὥστε τὴν στάσιν καταστεῖλαι, πέμπει δὲ καὶ διάγραμμα παρακεκληκότων αὐτὸν Ἀγρίππου τε καὶ Ἡρώδου τῶν βασιλέων εἴς τε τὴν Ἀλεξάνδρειαν καὶ Συρίαν γεγραμμένον τοῦτον τὸν τρόπον· 19.280Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς δημαρχικῆς ἐξουσίας λέγει. 19.281ἐπιγνοὺς ἀνέκαθεν τοὺς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίους Ἀλεξανδρεῖς λεγομένους συγκατοικισθέντας τοῖς πρώτοις εὐθὺ καιροῖς Ἀλεξανδρεῦσι καὶ ἴσης πολιτείας παρὰ τῶν βασιλέων τετευχότας, καθὼς φανερὸν ἐγένετο ἐκ τῶν γραμμάτων τῶν παρʼ αὐτοῖς καὶ τῶν διαταγμάτων, 19.282καὶ μετὰ τὸ τῇ ἡμετέρᾳ ἡγεμονίᾳ Ἀλεξάνδρειαν ὑπὸ τοῦ Σεβαστοῦ ὑποταχθῆναι πεφυλάχθαι αὐτοῖς τὰ δίκαια ὑπὸ τῶν πεμφθέντων ἐπάρχων κατὰ διαφόρους χρόνους μηδεμίαν τε ἀμφισβήτησιν περὶ τούτων γενομένην τῶν δικαίων αὐτοῖς, 19.283ἅμα καὶ καθʼ ὃν καιρὸν Ἀκύλας ἦν ἐν Ἀλεξανδρείᾳ τελευτήσαντος τοῦ τῶν Ἰουδαίων ἐθνάρχου τὸν Σεβαστὸν μὴ κεκωλυκέναι ἐθνάρχας γίγνεσθαι βουλόμενον ὑποτετάχθαι ἑκάστους ἐμμένοντας τοῖς ἰδίοις ἔθεσιν καὶ μὴ παραβαίνειν ἀναγκαζομένους τὴν πάτριον θρησκείαν, 19.284Ἀλεξανδρεῖς δὲ ἐπαρθῆναι κατὰ τῶν παρʼ αὐτοῖς Ἰουδαίων ἐπὶ τῶν Γαΐου Καίσαρος χρόνων τοῦ διὰ τὴν πολλὴν ἀπόνοιαν καὶ παραφροσύνην, ὅτι μὴ παραβῆναι ἠθέλησεν τὸ Ἰουδαίων ἔθνος τὴν πάτριον θρησκείαν καὶ θεὸν προσαγορεύειν αὐτόν, ταπεινώσαντος αὐτούς· 19.285βούλομαι μηδὲν διὰ τὴν Γαΐου παραφροσύνην τῶν δικαίων τῷ Ἰουδαίων ἔθνει παραπεπτωκέναι, φυλάσσεσθαι δʼ αὐτοῖς καὶ τὰ πρότερον δικαιώματα ἐμμένουσι τοῖς ἰδίοις ἔθεσιν, ἀμφοτέροις τε διακελεύομαι τοῖς μέρεσι πλείστην ποιήσασθαι πρόνοιαν, ὅπως μηδεμία ταραχὴ γένηται μετὰ τὸ προτεθῆναί μου τὸ διάταγμα.” 19.286

Τὸ μὲν οὖν εἰς Ἀλεξάνδρειαν ὑπὲρ τῶν Ἰουδαίων διάταγμα τοῦτον ἦν τὸν τρόπον γεγραμμένον· τὸ δʼ εἰς τὴν ἄλλην οἰκουμένην εἶχεν οὕτως· 19.287Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας ὕπατος χειροτονηθεὶς τὸ δεύτερον λέγει. 19.288αἰτησαμένων με βασιλέως Ἀγρίππα καὶ Ἡρώδου τῶν φιλτάτων μοι, ὅπως συγχωρήσαιμι τὰ αὐτὰ δίκαια καὶ τοῖς ἐν πάσῃ τῇ ὑπὸ Ῥωμαίοις ἡγεμονίᾳ Ἰουδαίοις φυλάσσεσθαι, καθὰ καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ, ἥδιστα συνεχώρησα οὐ μόνον τοῦτο τοῖς αἰτησαμένοις με χαριζόμενος, 19.289ἀλλὰ καὶ αὐτοὺς ὑπὲρ ὧν παρεκλήθην ἀξίους κρίνας διὰ τὴν πρὸς Ῥωμαίους πίστιν καὶ φιλίαν, μάλιστα δὲ δίκαιον κρίνων μηδεμίαν μηδὲ Ἑλληνίδα πόλιν τῶν δικαίων τούτων ἀποτυγχάνειν, ἐπειδὴ καὶ ἐπὶ τοῦ θείου Σεβαστοῦ αὐταῖς ἦν τετηρημένα. 19.290καλῶς οὖν ἔχειν καὶ Ἰουδαίους τοὺς ἐν παντὶ τῷ ὑφʼ ἡμᾶς κόσμῳ τὰ πάτρια ἔθη ἀνεπικωλύτως φυλάσσειν, οἷς καὶ αὐτοῖς ἤδη νῦν παραγγέλλω μου ταύτῃ τῇ φιλανθρωπίᾳ ἐπιεικέστερον χρῆσθαι καὶ μὴ τὰς τῶν ἄλλων ἐθνῶν δεισιδαιμονίας ἐξουθενίζειν, τοὺς ἰδίους δὲ νόμους φυλάσσειν. 19.291τοῦτό μου τὸ διάταγμα τοὺς ἄρχοντας τῶν πόλεων καὶ τῶν κολωνιῶν καὶ μουνικιπίων τῶν ἐν τῇ Ἰταλίᾳ καὶ τῶν ἐκτός, βασιλεῖς τε καὶ δυνάστας διὰ τῶν ἰδίων πρεσβευτῶν ἐγγράψασθαι βούλομαι ἐκκείμενόν τε ἔχειν οὐκ ἔλαττον ἡμερῶν τριάκοντα ὅθεν ἐξ ἐπιπέδου καλῶς ἀναγνωσθῆναι δύναται.” 19.292

Τούτοις μὲν δὴ τοῖς διατάγμασιν εἰς Ἀλεξάνδρειάν τε καὶ τὴν οἰκουμένην πᾶσαν ἀποσταλεῖσιν ἐδήλωσεν ἣν περὶ Ἰουδαίων ἔχοι γνώμην Κλαύδιος Καῖσαρ· αὐτίκα δὲ Ἀγρίππαν κομιούμενον τὴν βασιλείαν ἐπὶ τιμαῖς λαμπροτέραις ἐξέπεμψε τοῖς ἐπὶ τῶν ἐπαρχιῶν ἡγεμόσιν καὶ τοῖς ἐπιτρόποις διὰ γραμμάτων ἐπιστείλας ἐράσμιον ἄγειν αὐτόν. 19.293 δʼ, ὡς εἰκὸς ἦν τὸν ἐπὶ κρείττοσιν τύχαις ἀνερχόμενον, μετὰ τάχους ὑπέστρεψεν, εἰς Ἱεροσόλυμα δʼ ἐλθὼν χαριστηρίους ἐξεπλήρωσε θυσίας οὐδὲν τῶν κατὰ νόμον παραλιπών. 19.294διὸ καὶ ναζιραίων ξυρᾶσθαι διέταξε μάλα συχνούς, τὴν δὲ χρυσῆν ἅλυσιν τὴν δοθεῖσαν αὐτῷ ὑπὸ Γαΐου ἰσόσταθμον τῇ σιδηρᾷ, τὰς ἡγεμονίδας χεῖρας ἐδέθη, τῆς στυγνῆς εἶναι τύχης ὑπόμνημα καὶ τῆς ἐπὶ τὰ κρείττω μαρτυρίαν μεταβολῆς τῶν ἱερῶν ἐντὸς ἀνεκρέμασεν περιβόλων ὑπὲρ τὸ γαζοφυλάκιον, ἵνʼ δεῖγμα καὶ τοῦ τὰ μεγάλα δύνασθαί ποτε πεσεῖν καὶ τοῦ τὸν θεὸν ἐγείρειν τὰ πεπτωκότα· 19.295πᾶσι γὰρ τοῦτʼ ἐνεφάνιζεν τῆς ἁλύσεως ἀνάθεσις, ὅτι βασιλεὺς Ἀγρίππας ἀπὸ μικρᾶς αἰτίας εἰς δεσμώτην ἀπέδυ τὸ πρὶν ἀξίωμα καὶ μετʼ ὀλίγον τῆς πέδης ἐκβὰς εἰς βασιλέα τοῦ πάλαι λαμπρότερον ἠγέρθη. 19.296διὰ τοῦτʼ οὖν ἐννοεῖσθαι, ὅτι τῆς ἀνθρωπίνης φύσεως καὶ πεσεῖν ὀλισθάνειν τὰ μεγέθη καὶ τὰ κλιθέντα δύναται περιφανὲς λαβεῖν πάλιν ὕψος. 19.297

Ἐντελῶς δʼ οὖν θρησκεύσας τὸν θεὸν Ἀγρίππας Θεόφιλον μὲν τὸν Ἀνάνου τῆς ἀρχιερωσύνης μετέστησεν, τῷ δὲ Βοηθοῦ Σίμωνι, τούτῳ Κανθηρᾶς ἐπίκλησις ἦν, τὴν ἐκείνου προσένειμε τιμήν. δύο δʼ ἦσαν ἀδελφοὶ τῷ Σίμωνι καὶ πατὴρ Βοηθός, οὗ τῇ θυγατρὶ βασιλεὺς συνῴκησεν Ἡρώδης, ὡς ἀνωτέρω δεδήλωται. 19.298σὺν τοῖς ἀδελφοῖς οὖν τὴν ἱερωσύνην ἔσχεν Σίμων καὶ σὺν τῷ πατρί, καθὰ καὶ πρότερον ἔσχον οἱ Σίμωνος τοῦ Ὀνία παῖδες τρεῖς ὄντες ἐπὶ τῆς τῶν Μακεδόνων ἀρχῆς, ὅπερ ἐν ταῖς προαγούσαις γραφαῖς παρέδομεν. 19.299

Καταστησάμενος δὲ τὰ περὶ τοὺς ἀρχιερεῖς οὕτως βασιλεὺς τοὺς Ἱεροσολυμίτας ἠμείψατο τῆς εἰς αὐτὸν εὐνοίας· ἀνῆκε γοῦν αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας, ἐν καλῷ τιθέμενος ἀντιδοῦναι τοῖς ἠγαπηκόσιν στοργήν. ἔπαρχον δὲ ἀπέδειξεν παντὸς τοῦ στρατεύματος Σίλαν ἄνδρα πολλῶν αὐτῷ πόνων συμμετασχόντα. 19.300παντάπασιν δὲ ὀλίγου χρόνου διελθόντος Δωρῖται νεανίσκοι τῆς ὁσιότητος προτιθέμενοι τόλμαν καὶ πεφυκότες εἶναι παραβόλως θρασεῖς Καίσαρος ἀνδριάντα κομίσαντες εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν ἀνέστησαν. 19.301σφόδρα τοῦτο Ἀγρίππαν παρώξυνεν· κατάλυσιν γὰρ τῶν πατρίων αὐτοῦ νόμων ἐδύνατο. ἀμελλητὶ δὲ πρὸς Πούπλιον Πετρώνιον, ἡγεμὼν δὲ τῆς Συρίας οὗτος ἦν, παραγίνεται καὶ καταλέγει τῶν Δωριτῶν. 19.302 δʼ οὐχ ἧττον ἐπὶ τῷ πραχθέντι χαλεπήνας, καὶ γὰρ αὐτὸς ἔκρινεν ἀσέβειαν τὴν τῶν ἐννόμων παράβασιν, τοῖς ἀποστᾶσι τῶν Δωριτῶν σὺν ὀργῇ ταῦτʼ ἔγραψεν· 19.303Πούπλιος Πετρώνιος πρεσβευτὴς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δωριέων τοῖς πρώτοις λέγει. 19.304ἐπειδὴ τοσαύτῃ τόλμῃ ἀπονοίας τινὲς ἐχρήσαντο ἐξ ὑμῶν, ὥστε μηδὲ διὰ τὸ προτεθῆναι διάταγμα Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ περὶ τοῦ ἐφίεσθαι Ἰουδαίους φυλάσσειν τὰ πάτρια πεισθῆναι ὑμᾶς αὐτῷ, 19.305τἀναντία δὲ πάντα πρᾶξαι, συναγωγὴν Ἰουδαίων κωλύοντας εἶναι διὰ τὸ μεταθεῖναι ἐν αὐτῇ τὸν Καίσαρος ἀνδριάντα, παρανομοῦντας οὐκ εἰς μόνους Ἰουδαίους, ἀλλὰ καὶ εἰς τὸν αὐτοκράτορα, οὗ ἀνδριὰς βέλτιον ἐν τῷ ἰδίῳ ναῷ ἐν ἀλλοτρίῳ ἐτίθετο καὶ ταῦτα ἐν τῷ τῆς συναγωγῆς τόπῳ, τοῦ φύσει δικαιοῦντος ἕνα ἕκαστον τῶν ἰδίων τόπων κυριεύειν κατὰ τὸ Καίσαρος ἐπίκριμα· 19.306τοῦ γὰρ ἐμοῦ ἐπικρίματος μιμνήσκεσθαι γελοῖόν ἐστιν μετὰ τὸ τοῦ αὐτοκράτορος διάταγμα τοῦ ἐπιτρέψαντος Ἰουδαίοις τοῖς ἰδίοις ἔθεσι χρῆσθαι, ἔτι μέντοι γε καὶ συμπολιτεύεσθαι τοῖς Ἕλλησιν κεκελευκότος· 19.307τοὺς μὲν παρὰ τὸ διάταγμα τοῦ Σεβαστοῦ τοιαῦτα τετολμηκότας, ἐφʼ καὶ αὐτοὶ ἠγανάκτησαν οἱ δοκοῦντες αὐτῶν ἐξέχειν οὐ τῇ ἰδίᾳ προαιρέσει γεγενῆσθαι λέγοντες ἀλλὰ τῇ τοῦ πλήθους ὁρμῇ, ὑπὸ ἑκατοντάρχου Πρόκλου Οὐιτελλίου ἐκέλευσα ἐπʼ ἐμὲ ἀναχθῆναι τῶν πεπραγμένων λόγον ἀποδώσοντας, 19.308τοῖς δὲ πρώτοις ἄρχουσι παραινῶ, εἰ μὴ βούλονται δοκεῖν κατὰ τὴν αὐτῶν προαίρεσιν γεγενῆσθαι τὸ ἀδίκημα, ἐπιδεῖξαι τοὺς αἰτίους τῷ ἑκατοντάρχῃ μηδεμιᾶς στάσεως μηδὲ μάχης ἐῶντας ἀφορμὴν γενέσθαι, ἥνπερ δοκοῦσίν μοι θηρεύεσθαι διὰ τῶν τοιούτων ἔργων, 19.309κἀμοῦ καὶ τοῦ τιμιωτάτου μοι βασιλέως Ἀγρίππου οὐδενὸς μᾶλλον προνοουμένων, ἵνα μὴ ἀφορμῆς δραξάμενοι τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς ἀμύνης προφάσει συναθροισθὲν εἰς ἀπόνοιαν χωρῇ. 19.310ἵνα δὲ γνωριμώτερον , τί καὶ Σεβαστὸς περὶ ὅλου τοῦ πράγματος ἐφρόνησε, τὰ ἐν Ἀλεξανδρείᾳ αὐτοῦ διατάγματα προτεθέντα προσέθηκα, ἅπερ εἰ καὶ γνώριμα πᾶσιν εἶναι δοκεῖ, τότε καὶ ἐπὶ τοῦ βήματος ἀνέγνω τιμιώτατός μοι βασιλεὺς Ἀγρίππας δικαιολογησάμενος περὶ τοῦ μὴ δεῖν αὐτοὺς ἀφαιρεθῆναι τῆς τοῦ Σεβαστοῦ δωρεᾶς. 19.311εἴς τε οὖν τὸ λοιπὸν παραγγέλλω μηδεμίαν πρόφασιν στάσεως μηδὲ ταραχῆς ζητεῖν, ἀλλʼ ἑκάστους τὰ ἴδια ἔθη θρησκεύειν.” 19.312

Πετρώνιος μὲν οὖν οὕτω προυνόησε διορθώσεως μὲν τὸ παρανομηθὲν ἤδη τυχεῖν, γενέσθαι δὲ παραπλήσιον μηδὲν εἰς αὐτούς. 19.313Ἀγρίππας δὲ βασιλεὺς ἀφείλετο μὲν τὴν ἀρχιερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην δὲ πάλιν ἐπʼ αὐτὴν ἦγεν τὸν Ἀνάνου τοῦτον ἀξιώτερον τῆς τιμῆς ὁμολογῶν εἶναι. τῷ δὲ οὐκ ἀσμενιστὸν ἐφάνη τὴν τοσαύτην ἀπολαβεῖν τιμήν, παρῃτεῖτο δʼ οὖν ταῦτα λέγων· 19.314σοὶ μέν, βασιλεῦ, τετιμημένος χαίρω διὰ ψυχῆς ἔχων τοῦθʼ μοι γέρας δίδωσιν σὴ βουλὴ, καὶ πρὸς οὐδέν με τῆς ἀρχιερωσύνης ἄξιον ἔκρινεν θεός. ἅπαξ δʼ ἐνδὺς στολισμὸν ἱερὸν ἀρκοῦμαι· τότε γὰρ αὐτὸν ἠμφιασάμην ὁσιώτερον νῦν ἀπολήψομαι. 19.315σὺ δʼ, εἰ βούλει τὸν ἀξιώτερον ἐμοῦ νῦν τὸ γέρας λαβεῖν, διδάχθητι· πάσης καὶ πρὸς τὸν θεὸν ἁμαρτίας καὶ πρὸς σέ, βασιλεῦ, καθαρὸς ἀδελφὸς ἔστι μοι· πρέποντα τῇ τιμῇ τοῦτον 19.316συνίστημι.” τούτοις βασιλεὺς ἡσθεὶς τοῖς λόγοις τὸν Ἰωνάθην μὲν ἠγάσατο τῆς γνώμης, τἀδελφῷ δὲ αὐτοῦ Ματθίᾳ τὴν ἱερωσύνην ἔδωκε. καὶ μετʼ οὐ πολὺ Πετρώνιον μὲν Μάρσος διεδέξατο καὶ διεῖπε Συρίαν. 19.317

Σίλας δʼ τοῦ βασιλέως ἔπαρχος ἐπεὶ διὰ πάσης αὐτῷ τύχης ἐγεγόνει πιστὸς οὐδένα κίνδυνόν ποτε κοινωνεῖν ἀνηνάμενος, ἀλλὰ καὶ τοὺς σφαλερωτάτους ὑποδὺς πολλάκις πόνους, πεποιθήσεως ἦν ἀνάπλεως, προσήκειν ὑπολαμβάνων ἰσοτιμίαν βεβαιότητι φιλίας. 19.318οὐδαμῆ τοίνυν ὑποκατεκλίνετο βασιλεῖ, παρρησίαν δὲ διὰ πάσης ὁμιλίας ἦγεν, κἀν ταῖς φιλοφρονήσεσιν ἐγίνετο φορτικὸς σεμνύνων ἑαυτὸν ἀμέτρως καὶ πολλάκις τῷ βασιλεῖ τὰ στυγνὰ τῆς τύχης ἄγων εἰς ἀνάμνησιν, ἵνα τὴν ἑαυτοῦ τότε σπουδὴν παραδεικνύῃ, συνεχῶς δʼ ἦν, ὡς ὑπὲρ αὐτοῦ κάμοι, πολλὰ διεξιών. 19.319τούτων οὖν τὸ πλεονάζον ὀνειδισμὸς ἐδόκει· διὸ προσάντως βασιλεὺς ἐδέχετο τὴν ἀταμίευτον παρρησίαν τἀνδρός· οὐχ ἡδεῖαι γὰρ αἱ τῶν ἀδόξων χρόνων ἀναμνήσεις, εὐήθης δὲ διηνεκῶς ποτε ὠφέλησεν προφέρων. 19.320τέλος γοῦν ἀνηρέθισε σφόδρα Σίλας τοῦ βασιλέως τὸν θυμὸν κἀκεῖνος ὀργῇ πλέον λογισμῷ διδοὺς οὐ τῆς ἐπαρχίας μόνον μετέστησε τὸν Σίλαν, ἀλλὰ καὶ παρέδωκεν δεθησόμενον εἰς τὴν ἐκείνου πατρίδα πέμψας. 19.321χρόνῳ δὲ τὸν θυμὸν ἠμβλύνθη καὶ λογισμοῖς εἰλικρινέσι τὴν περὶ τἀνδρὸς κρίσιν ἐφῆκεν ἐν νῷ λαμβάνων ὅσους ὑπὲρ ἐκείνου πόνους ἐκεῖνος ἀνέτλη. ἡμέραν οὖν ἑορτάζων αὐτοῦ γενέθλιον, ὅτε πᾶσιν ὧν ἦρχεν εὐφροσύνη καθίσταντο θαλίαι, τὸν Σίλαν ἀνεκάλει παραυτίκα συνέστιον αὐτῷ γενησόμενον. 19.322τῷ δέ, τρόπος γὰρ ἐλευθέριος ἦν, ἐδόκει προσειληφέναι δικαίαν αἰτίαν ὀργῆς, ἣν οὐκ ἀπεκρύπτετο πρὸς τοὺς μετιόντας αὐτὸν λέγων· 19.323ἐπὶ ποίαν βασιλεὺς τιμὴν ἀνακαλεῖ με τὴν μετὰ μικρὸν ἀπολουμένην; οὐδὲ γὰρ τὰ πρῶτά μοι γέρα τῆς εἰς αὐτὸν εὐνοίας ἐτήρησεν, ἀπεσύλησεν δʼ ὑβρίσας. 19.324 πεπαῦσθαι νενόμικέ με τῆς παρρησίας, ἣν ἀπὸ ποίου συνειδότος ἔχων βοήσομαι μᾶλλον, ὅσων αὐτὸν ἐξελυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ ποριζόμενος σωτηρίαν τε καὶ τιμήν, ὧν γέρας ἠνεγκάμην δεσμὰ καὶ σκότιον εἱρκτήν. 19.325οὐκ ἐγώ ποτε τούτων λήσομαι· τάχα μοι τὴν τῆς ἀριστείας συνεποίσεται μνήμην καὶ μεταστᾶσα τῆς σαρκὸς ψυχή.” ταῦτα ἀνεβόα καὶ διετάττετο τῷ βασιλεῖ λέγειν. δʼ ὡς ἀνιάτως ἑώρα διακείμενον, πάλιν εἴασεν ἐν φρουρᾷ. 19.326

Τὰ δὲ τῶν Ἱεροσολύμων τείχη τὰ πρὸς τὴν καινὴν νεύοντα πόλιν δημοσίαις ὠχύρου δαπάναις, τῇ μὲν εὐρύνων εἰς πλάτος τῇ δὲ εἰς ὕψος ἐξαίρων, κἂν ἐξειργάσατο ταῦτα πάσης ἀνθρωπίνης κρείττονα βίας, εἰ μὴ Μάρσος τῆς Συρίας ἡγεμὼν Κλαυδίῳ Καίσαρι διὰ γραμμάτων ἐδήλωσε τὸ πραττόμενον. 19.327καὶ νεωτερισμόν τινα Κλαύδιος ὑποπτεύσας ἐπέστειλεν Ἀγρίππᾳ μετὰ σπουδῆς παύσασθαι τῆς τῶν τειχῶν ἐξοικοδομήσεως· δʼ ἀπειθεῖν οὐκ ἔκρινεν. 19.328

Ἐπεφύκει δʼ βασιλεὺς οὗτος εὐεργετικὸς εἶναι ἐν δωρεαῖς καὶ μεγαλοφρονῆσαι ἔθνη φιλότιμος καὶ πολλοῖς ἀθρόως δαπανήμασιν ἀνιστὰς αὑτὸν εἰς ἐπιφάνειαν ἡδόμενος τῷ χαρίζεσθαι καὶ τῷ βιοῦν ἐν εὐφημίᾳ χαίρων, κατʼ οὐδὲν Ἡρώδῃ τῷ πρὸ ἑαυτοῦ βασιλεῖ τὸν τρόπον συμφερόμενος· 19.329ἐκείνῳ γὰρ πονηρὸν ἦν ἦθος ἐπὶ τιμωρίαν ἀπότομον καὶ κατὰ τῶν ἀπηχθημένων ἀταμίευτον, Ἕλλησι πλέον Ἰουδαίοις οἰκείως ἔχειν ὁμολογούμενος· ἀλλοφύλων γέ τοι πόλεις ἐσέμνυνεν δόσει χρημάτων βαλανείων θεάτρων τε ἄλλοτε κατασκευαῖς, ἔστιν αἷς ναοὺς ἀνέστησε, στοὰς ἄλλαις, ἀλλὰ Ἰουδαίων οὐδεμίαν πόλιν οὐδʼ ὀλίγης ἐπισκευῆς ἠξίωσεν οὐδὲ δόσεως ἀξίας μνημονευθῆναι. 19.330πραῢς δʼ τρόπος Ἀγρίππᾳ καὶ πρὸς πάντας τὸ εὐεργετικὸν ὅμοιον. τοῖς ἀλλοεθνέσιν ἦν φιλάνθρωπος κἀκείνοις ἐνδεικνύμενος τὸ φιλόδωρον τοῖς ὁμοφύλοις ἀναλόγως χρηστὸς καὶ συμπαθὴς μᾶλλον. 19.331ἡδεῖα γοῦν αὐτῷ δίαιτα καὶ συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. διὰ πάσης γοῦν αὑτὸν ἦγεν ἁγνείας οὐδʼ ἡμέρα τις παρώδευεν αὐτῷ τὰ νόμιμα χηρεύουσα θυσίας. 19.332

Καὶ δή τις ἐν τοῖς Ἱεροσολύμοις ἀνὴρ ἐπιχώριος ἐξακριβάζειν δοκῶν τὰ νόμιμα, Σίμων ἦν ὄνομα τούτῳ, πλῆθος εἰς ἐκκλησίαν ἁλίσας τηνικάδε τοῦ βασιλέως εἰς Καισάρειαν ἐκδεδημηκότος ἐτόλμησεν αὐτοῦ κατειπεῖν, ὡς οὐχ ὅσιος εἴη, δικαίως δʼ ἂν εἴργοιτο τοῦ ναοῦ τῆς εἰσόδου προσηκούσης τοῖς ἐγγενέσιν. 19.333δηλοῦται μὲν δὴ διὰ γραμμάτων ὑπὸ τοῦ στρατηγοῦ τῆς πόλεως τῷ βασιλεῖ δημηγορήσας Σίμων ταῦτα, μεταπέμπεται δὲ αὐτὸν βασιλεὺς καί, καθέζετο γὰρ ἐν τῷ θεάτρῳ τότε, καθεσθῆναι παρʼ αὐτὸν ἐκέλευσεν. ἠρέμα τε καὶ πρᾴωςεἰπέ μοι, φησίν, τί τῶν ἐνθάδε 19.334γινομένων ἐστὶ παράνομον;” δὲ εἰπεῖν ἔχων οὐδὲν τυχεῖν ἐδεῖτο συγγνώμης. ἀλλὰ βασιλεὺς αὐτῷ προσεδόκησέν τις διηλλάττετο τὴν πρᾳότητα κρίνων βασιλικωτέραν ὀργῆς καὶ πρέπειν εἰδὼς τοῖς μεγέθεσι θυμοῦ πλέον ἐπιείκειαν. τὸν Σίμωνα γοῦν καὶ δωρεᾶς τινος ἀξιώσας ἀπεπέμπετο. 19.335

Πολλοῖς δὲ κατασκευάσας πολλὰ Βηρυτίους ἐξαιρέτως ἐτίμησεν· θέατρον γὰρ αὐτοῖς κατεσκεύασε πολυτελείᾳ τε καὶ κάλλει πολλῶν διαφέρον ἀμφιθέατρόν τε πολλῶν ἀναλωμάτων βαλανεῖα πρὸς τούτοις καὶ στοάς, ἐν οὐδενὶ τῶν ἔργων στενότητι δαπανημάτων τὸ κάλλος ἀδικήσας τὸ μέγεθος. 19.336ἐπεδαψιλεύσατο δʼ αὐτῶν τὴν καθιέρωσιν μεγαλοπρεπῶς, ἐν τῷ θεάτρῳ μὲν θεωρίας ἐπιτελῶν πάνθʼ ὅσα μουσικῆς ἔργα παράγων καὶ ποικίλης ποιητικὰ τέρψεως, ἐν δὲ τῷ ἀμφιθεάτρῳ πλήθει μονομάχων τὴν αὐτοῦ δεικνὺς μεγαλόνοιαν. 19.337ἔνθα καὶ τὴν κατὰ πλῆθος ἀντίταξιν βουληθεὶς γενέσθαι τῶν θεωμένων τέρψιν ἑπτακοσίους ἄνδρας ἑπτακοσίοις μαχησομένους εἰσέπεμψεν κακούργους ὅσους εἶχεν ἀποτάξας εἰς τήνδε τὴν πρᾶξιν, ἵνʼ οἱ μὲν κολασθῶσιν, τὸ πολέμου δʼ ἔργον γένηται τέρψις εἰρήνης. τούτους μὲν οὖν πασσυδὶ διέφθειρεν. 19.338

Ἐν Βηρυτῷ δὲ τελέσας τὰ προειρημένα μετῆλθεν εἰς Τιβεριάδα πόλιν τῆς Γαλιλαίας. ἦν δὲ ἄρα τοῖς ἄλλοις βασιλεῦσιν περίβλεπτος. ἧκε γοῦν παρʼ αὐτὸν Κομμαγηνῆς μὲν βασιλεὺς Ἀντίοχος, Ἐμεσῶν δὲ Σαμψιγέραμος καὶ Κότυς, τῆς μικρᾶς Ἀρμενίας οὗτος ἐβασίλευσεν, καὶ Πολέμων τὴν Πόντου κεκτημένος δυναστείαν Ἡρώδης τε· οὗτος ἀδελφὸς ἦν αὐτοῦ, ἦρχεν δὲ τῆς Χαλκίδος. 19.339ὡμίλησε δὲ πᾶσιν κατά τε τὰς ὑποδοχὰς καὶ φιλοφρονήσεις ὡς μάλιστα διαδείξας φρονήσεως ὕψος καὶ διὰ τοῦτό γε δοκεῖν δικαίως τῇ τοῦ βασιλέως παρουσίᾳ τετιμῆσθαι. 19.340ἀλλὰ γὰρ τούτων διατριβόντων ἔτι παρʼ αὐτῷ Μάρσος τῆς Συρίας ἡγεμὼν παρεγένετο. πρὸς Ῥωμαίους οὖν τιμητικὸν τηρῶν ὑπαντησόμενος αὐτῷ τῆς πόλεως ἀπωτέρω σταδίους ἑπτὰ προῆλθεν βασιλεύς. 19.341τοῦτο δὲ ἄρα ἔμελλεν τῆς πρὸς Μάρσον ἀρχὴ γενήσεσθαι διαφορᾶς· συγκαθεζόμενος γὰρ ἐπὶ τῆς ἀπήνης ἐπήγετο τοὺς ἄλλους βασιλέας, Μάρσῳ δʼ τούτων ὁμόνοια καὶ μέχρι τοσοῦδε φιλία πρὸς ἀλλήλους ὑπωπτεύθη συμφέρειν οὐχ ὑπολαμβάνοντι Ῥωμαίοις δυναστῶν τοσούτων συμφρόνησιν. εὐθὺς οὖν ἑκάστῳ τῶν ἐπιτηδείων τινὰς πέμπων ἐπέστελλεν ἐπὶ τὰ ἑαυτοῦ δίχα μελλήσεως ἀπέρχεσθαι. 19.342ταῦτα Ἀγρίππας ἀνιαρῶς ἐξεδέχετο· καὶ Μάρσῳ μὲν ἐκ τούτου διαφόρως ἔσχεν, τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος ἀντʼ αὐτοῦ κατέστησεν ἀρχιερέα Ἐλιωναῖον τὸν τοῦ Κιθαίρου παῖδα. 19.343

Τρίτον δὲ ἔτος αὐτῷ βασιλεύοντι τῆς ὅλης Ἰουδαίας πεπλήρωτο, καὶ παρῆν εἰς πόλιν Καισάρειαν, τὸ πρότερον Στράτωνος πύργος ἐκαλεῖτο. συνετέλει δʼ ἐνταῦθα θεωρίας εἰς τὴν Καίσαρος τιμὴν ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἑορτήν τινα ταύτην ἐπιστάμενος, καὶ παρʼ αὐτὴν ἤθροιστο τῶν κατὰ τὴν ἐπαρχίαν ἐν τέλει καὶ προβεβηκότων εἰς ἀξίαν πλῆθος. 19.344δευτέρᾳ δὴ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. ἔνθα ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιβολαῖς ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε μαρμαίρων τι φοβερὸν καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι φρικῶδες. 19.345εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνῳ πρὸς ἀγαθοῦ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προσαγορεύοντες εὐμενής τε εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν κρείττονά σε θνητῆς φύσεως ὁμολογοῦμεν.” 19.346 οὐκ ἐπέπληξεν τούτοις βασιλεὺς οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας δʼ οὖν μετʼ ὀλίγον τὸν βουβῶνα τῆς ἑαυτοῦ κεφαλῆς ὑπερκαθιζόμενον εἶδεν ἐπὶ σχοινίου τινός. ἄγγελον τοῦτον εὐθὺς ἐνόησεν κακῶν εἶναι τὸν καί ποτε τῶν ἀγαθῶν γενόμενον, καὶ διακάρδιον ἔσχεν ὀδύνην, ἄθρουν δʼ αὐτῷ τῆς κοιλίας προσέφυσεν ἄλγημα μετὰ σφοδρότητος ἀρξάμενον. 19.347ἀναθορὼν οὖν πρὸς τοὺς φίλους, “ θεὸς ὑμῖν ἐγώ, φησίν, ἤδη καταστρέφειν ἐπιτάττομαι τὸν βίον, παραχρῆμα τῆς εἱμαρμένης τὰς ἄρτι μου κατεψευσμένας φωνὰς ἐλεγχούσης· κληθεὶς ἀθάνατος ὑφʼ ὑμῶν ἤδη θανεῖν ἀπάγομαι. δεκτέον δὲ τὴν πεπρωμένην, θεὸς βεβούληται· καὶ γὰρ βεβιώκαμεν οὐδαμῇ φαύλως, 19.348ἀλλʼ ἐπὶ τῆς μακαριζομένης λαμπρότητος.” ταῦθʼ ἅμα λέγων ἐπιτάσει τῆς ὀδύνης κατεπονεῖτο· μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον ἐκομίσθη καὶ διῇξε λόγος εἰς πάντας, ὡς ἔχοι τοῦ τεθνάναι παντάπασι μετʼ ὀλίγον. 19.349 πληθὺς δʼ αὐτίκα σὺν γυναιξὶν καὶ παισὶν ἐπὶ σάκκων καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευεν ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς δὲ πάντʼ ἦν ἀνάπλεα καὶ θρήνων. ἐν ὑψηλῷ δʼ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς καταπίπτοντας ἄδακρυς οὐδʼ αὐτὸς διέμενεν. 19.350συνεχεῖς δʼ ἐφʼ ἡμέρας πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον κατέστρεψεν, ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος καὶ τέταρτον, τῆς βασιλείας δʼ ἕβδομον. 19.351τέτταρας μὲν οὖν ἐπὶ Γαΐου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφώς, τρεῖς δʼ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας, ἐν οἷς τῶν τε προειρημένων ἐβασίλευσεν καὶ τὴν Ἰουδαίαν προσέλαβεν Σαμάρειάν τε καὶ Καισάρειαν. 19.352προσωδεύσατο δʼ ὅτι πλείστας αὐτῶν προσφορὰς διακοσίας ἐπὶ χιλίαις μυριάδας, πολλὰ μέντοι προσεδανείσατο· τῷ γὰρ φιλόδωρος εἶναι δαψιλέστερα τῶν προσιόντων ἀνήλισκεν, ἦν δὲ ἀφειδὲς αὐτοῦ τὸ φιλότιμον. 19.353

Ἀγνοουμένης γε μὴν τοῖς πλήθεσιν τῆς ἐκπνοῆς αὐτοῦ συμφρονήσαντες Ἡρώδης τε τῆς Χαλκίδος δυναστεύων καὶ Ἑλκίας ἔπαρχος καὶ φίλος τοῦ βασιλέως Ἀρίστωνα ἔπεμψαν τῶν ὑπηρετῶν τὸν ἐπιτήδειον καὶ Σίλαν, ἐχθρὸς γὰρ ἦν αὐτοῖς, ἀπέσφαξαν ὡς δὴ τοῦ βασιλέως κελεύσαντος. 19.354

Ἀγρίππας μὲν οὖν βασιλεὺς τρόπῳ τοιούτῳ κατέστρεψεν τὸν βίον, γένει δὲ αὐτῷ κατελέλειπτο υἱὸς μὲν Ἀγρίππας ἄγων ἔτος ἑπτακαιδέκατον, τρεῖς δὲ θυγατέρες, ὧν μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο Βερενίκη τὸ ἑκκαιδέκατον ἔτος γεγονυῖα, παρθένοι δʼ ἦσαν αἱ δύο Μαριάμμη τε καὶ Δρούσιλλα, δεκαετὴς μὲν ἑτέρα, ἑξαετὴς δὲ Δρούσιλλα· 19.355καθωμολόγηντο δʼ ὑπὸ τοῦ πατρὸς πρὸς γάμον Ἰουλίῳ μὲν Ἀρχελάῳ τοῦ Χελκίου παιδὶ Μαριάμμη, Δρούσιλλα δὲ Ἐπιφανεῖ, τοῦ δὲ τῆς Κομμαγηνῆς βασιλέως Ἀντιόχου υἱὸς ἦν οὗτος. 19.356ἀλλὰ γὰρ ὅτε ἐγνώσθη τὸν βίον ἐκλιπὼν Ἀγρίππας, Καισαρεῖς καὶ Σεβαστηνοὶ τῶν εὐποιιῶν αὐτοῦ λαθόμενοι τὰ τῶν δυσμενεστάτων ἐποίησαν· 19.357βλασφημίας τε γὰρ ἀπερρίπτουν εἰς τὸν κατοιχόμενον ἀπρεπεῖς λέγεσθαι καὶ ὅσοι στρατευόμενοι τότε ἔτυχον, συχνοὶ δʼ ἦσαν, οἴκαδε ἀπῆλθον καὶ τοὺς ἀνδριάντας τῶν τοῦ βασιλέως θυγατέρων ἁρπάσαντες ὁμοθυμαδὸν ἐκόμισαν εἰς τὰ πορνεῖα καὶ στήσαντες ἐπὶ τῶν τεγῶν ὡς δυνατὸν ἦν ἀφύβριζον ἀσχημονέστερα διηγήσεως δρῶντες, 19.358ἐπί τε τοῖς δημοσίοις κατακλινόμενοι τόποις πανδήμους ἑστιάσεις ἐπετέλουν στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάρωνι προπόσεις τῆς τοῦ βασιλέως ἐκπνοῆς ἀλλήλοις ἀνταποδιδόντες. 19.359ἀμνήμονες δʼ ἦσαν οὐκ Ἀγρίππα μόνον χρησαμένου πολλαῖς εἰς αὐτοὺς φιλοτιμίαις, καὶ τοῦ πάππου δὲ Ἡρώδου· τὰς πόλεις ἐκεῖνος αὐτοῖς ἔκτισεν λιμένας τε καὶ ναοὺς κατεσκεύασεν λαμπροῖς δαπανήμασιν. 19.360

δὲ τοῦ τεθνεῶτος υἱὸς Ἀγρίππας ἐπὶ Ῥώμης ἦν ἐν τῷ χρόνῳ τούτῳ τρεφόμενος παρὰ Κλαυδίῳ Καίσαρι. 19.361πυθόμενός γε μὴν Καῖσαρ, ὅτι τέθνηκεν Ἀγρίππας, Σεβαστηνοὶ δὲ καὶ Καισαρεῖς ὑβρίκασιν εἰς αὐτόν, ἐπʼ ἐκείνῳ μὲν ἤλγησεν, ἐπὶ δὲ τοὺς ἀχαριστήσαντας ὠργίσθη. 19.362πέμπειν οὖν εὐθέως ὥρμητο τὸν νεώτερον Ἀγρίππαν τὴν βασιλείαν διαδεξόμενον ἅμα βουλόμενος ἐμπεδοῦν τοὺς ὀμωμοσμένους ὅρκους, ἀλλὰ τῶν ἐξελευθέρων καὶ φίλων οἱ πολὺ παρʼ αὐτῷ δυνάμενοι ἀπέτρεψαν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ μηδὲ τοὺς παιδὸς ἐκβεβηκότι χρόνους ἐπιτρέπειν βασιλείας τηλικοῦτον μέγεθος, μὴ δυνατὸν τὰς τῆς διοικήσεως φροντίδας ἐνεγκεῖν, καὶ τελείῳ δʼ οὖν εἶναι βαρὺ βάσταγμα βασιλείαν. 19.363ἔδοξεν οὖν αὐτοὺς εἰκότα λέγειν Καῖσαρ. ἔπαρχον οὖν τῆς Ἰουδαίας καὶ τῆς ἁπάσης βασιλείας ἀπέστειλεν Κούσπιον Φᾶδον τῷ κατοιχομένῳ διδοὺς τιμὴν τὸ μὴ Μάρσον ἐπαγαγεῖν εἰς βασιλείαν αὐτῷ διάφορον. 19.364ἐγνώκει δὲ πρὸ πάντων ἐπιστεῖλαι τῷ Φάδῳ Καισαρεῦσιν καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως καὶ παροινίας εἰς τὰς ἔτι ζώσας, 19.365τὴν ἴλην δὲ τῶν Καισαρέων καὶ τῶν Σεβαστηνῶν καὶ τὰς πέντε σπείρας εἰς Πόντον μεταγαγεῖν, ἵνʼ ἐκεῖ στρατεύοιντο, τῶν δʼ ἐν Συρίᾳ Ῥωμαϊκῶν ταγμάτων ἐπιλέξαι στρατιώτας κατʼ ἀριθμοὺς καὶ τὸν ἐκείνων ἀναπληρῶσαι τόπον. 19.366οὐ μὴν οἱ κελευσθέντες μετέστησαν· πρεσβευσάμενοι γὰρ Κλαύδιον ἀπεμειλίξαντο καὶ μένειν ἐπὶ τῆς Ἰουδαίας ἐπέτυχον, οἳ καὶ τοῖς ἐπιοῦσι χρόνοις τῶν μεγίστων Ἰουδαίοις ἐγένοντο συμφορῶν ἀρχὴ τοῦ κατὰ Φλῶρον πολέμου σπέρματα βαλόντες. ὅθεν Οὐεσπασιανὸς κρατήσας, ὡς μετʼ ὀλίγον ἐροῦμεν, ἐξήγαγεν αὐτοὺς τῆς ἐπαρχίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18 Joseph. AJ 19 (English) >>Joseph. AJ 20

Powered by PhiloLogic